Ancient Greek
1.256.1
Proclus Phil., In Platonis Timaeum Commentaria 1.256.1
Unproofread scanNot analysed yet
ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Α [Tim. 27 AB] οὐρανός, ὃς καὶ νῦν μιμεῖται διὰ τῆς κινήσεως. εἰσάγονται δὲ ὑπὸ Κριτίου κατὰ τὸν Σόλωνος νόμον τε καὶ λόγον, ὅτι καὶ ἱστόρησε Σόλων Ἀθηναίους οὕτω πολιτεύεσθαι ποτε καὶ νόμους ἔθηκεν, ὅπως εἰσάγεσθαι δεῖ τοὺς παῖδας εἰς τὴν πολιτείαν, ὅπως εἰς τοὺς φράteras, ὅπως εἰς τὸ ληξιαρχικὸν γραμματεῖον, ἐπὶ ποίων κριτῶν, ὅπου μὲν φρατέρων, ὅπου δὲ ἄλλων τῶν προσήκοντων. θέμενος οὖν καὶ αὐτὸς Ἀθηναίους εἶναι τοὺς ὑπὸ Σωκράτους παιδευθέντας τῷ τε λόγῳ τῷ Σόλωνος ἔπειτα καὶ τῷ νόμῳ, καθ’ ὃν εἰσάγονται τινες εἰς τὴν πολιτείαν.