Ancient Greek
1.256.4
Proclus Phil., In Platonis Timaeum Commentaria 1.256.4
Unproofread scanNot analysed yet
Τὸ μὲν τέλειον καὶ τὸ λαμπρὸν τῆς ἀποδόσεως τὴν τε ὑπερφύη καὶ τὴν διὰ πάντων χωροῦσαν ἐνδείκνυται ποίησιν τοῖς εἰς τὰ παραδείγματα καὶ ταῦτα ἀνάγουσι τὰ ῥήματα τοῦ Σωκράτους· ἢ δὲ τῶν λόγων ἐστίασις τὴν τῶν δημιουργικῶν εἴδων ἀποπλήρωσιν· ἢ δὲ τοῦ Τιμαίου παράκλησις τὴν τῶν μερικῶν αἰτίων ἐπιστροφὴν πρὸς τὸ ὅλον καὶ πρόκλησιν τῶν ἐκεῖθεν ἀγαθῶν· ἢ δὲ τῶν θεῶν ἐπίκλησις τὴν ἄνωθεν ἀπὸ τῶν νοητῶν ἐξημμένην δημιουργίαν. οὐ γὰρ ἔστι τὸ κατὰ νόμον τοιοῦτον, οἷον οἱ πολλοὶ ἀκούουσι τὸν Ἰταλικὸν ἢ Ἀττικόν, ἀλλ’ ὅσπερ εἴωθασί λέγεσθαι παρὰ τοῖς Πυθαγορείοις [carm. aur. 1] τὸ