Ancient Greek
1.259.3
Proclus Phil., In Platonis Timaeum Commentaria 1.259.3
Unproofread scanNot analysed yet
E οἷον γὰρ προτέλεια ταῦτα καταβέβληται καὶ μικρὰ μυστήρια τὸ ὅμμα τῆς ψυχῆς ἀνακινοῦντα πρὸς τὴν τοῦ ὅλου καὶ παντὸς περίληψιν καὶ τὴν θεωρίαν τῆς τε μιᾶς αἰτίας καὶ μιᾶς προόδου τῶν ἐγκοσμίων ἀπάντων· πᾶν γὰρ ἐξ ἑνὸς ἐστι καὶ ἑπαλιν εἰς ἕν <πάντα ***>ἔντα μετὰ τοῦ μερικωτέρας ἔχειν κατ’ ἄλλας μοῖρας ἐπιστατούσας δυνάμεις τὸ πᾶν. πρὶν δὲ ἀψηται τῆς ὅλης πραγματείας, ἐπὶ θεῶν παρακλήσεις καὶ εὐχὰς τρέπεται, μιμούμενος καὶ ταύτῃ τὸν τοῦ παντὸς ποιητήν, ὃς πρὸ τῆς ὅλης δημιουργίας εἰς τε τὸ χρηστήριον εἰσιέναι λέγεται τῆς Νυκτὸς κάκειθεν πληροῦσθαι τῶν θείων νοήσεων καὶ τὰς τῆς δημιουργίας ἀρχὰς ὑποδέχεσθαι καὶ τὰς ἀπορίας ἀπάσας, εἰ θέμις εἰπεῖν, δια-