Ancient Greek
1.260.2 to 1.260.8
Proclus Phil., In Platonis Timaeum Commentaria 1.260.2-8
Unproofread scanNot analysed yet
λύειν καὶ δὴ καὶ τὸν πατέρα παρακαλεῖν εἰς τὴν τῆς δημι-ουργίας σύλληψιν. πρὸς μὲν γὰρ τὴν Νύκτα τῷ θεολόγῳ [Orph. frg. 117. 118] πεποίηται λέγων· μαῖα, θεῶν ὑπάτη, Νὺξ ἄμβροτε, πῶς, τάδε φράζε, πῶς χρὴ μ’ ἀθανάτων ἀρχὴν κρατερόφρονα θέ-σθαι; καὶ ἀκούει παρ’ αὐτῆς· αἰθέρι πάντα πέριξ ἀφάτῳ λάβε, τῷ δ’ ἐνὶ μέσσῳ οὐρανόν· καὶ περὶ πάσης ἐξῆς ἀναδιδάσκεται τῆς κοσμοποιίας· πρὸς δὲ τὸν Κρόνον πάλιν μετὰ τοὺς δεσμοὺς μόνον οὐκ εὐχό-μενός φησιν·