Ancient Greek
1.271.1
Proclus Phil., In Platonis Timaeum Commentaria 1.271.1
Unproofread scanNot analysed yet
ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Β [Tim. 27 C] B προσέθεχεν ὁ Πλάτων ἐντῷθὰ τὸ πῆ· λέγει γὰρ τοὺς περὶ παντὸς λόγους ποιεῖσθαι πῆ μέλλοντας. καὶ οἱ μὲν παλαιοῦτεροι τῶν ἐξηγητῶν φασιν, ὅτι τὸ πᾶν πῆ μὲν ἀγενὲς ἐστι, πῆ δὲ γενητόν, καὶ διὰ τοῦτο καὶ ὁ περὶ αὐτοῦ λόγος εἰκότως ἐστὶ πῆ μὲν ὡς ἀγενήτου, πῆ δὲ ὡς 5 γενητοῦ· καίτοι γε ὁ Πλάτων οὐ τῷ ἀγενεῖ καὶ τῷ γεννητῷ τὸ πῆ συνέταξεν, ἀλλὰ τῷ τοὺς λόγους ποιεῖσθαι. ὁ δὲ γε θεῖος Ἰάμβλιχος πῆ μὲν περὶ τοῦ παντὸς ἔσεσθαι φησι τὸν λόγον, πῆ δ’ οὔ· τὴν γὰρ ὕλην ἄτε ἀόριστον οὖσαν καὶ ἀνεῖδεον ἀόρητον ἀφήσει, τὴν δὲ εἰδητικὴν πᾶσαν 10 ἐν τῷ κόσμῳ ποικιλίαν ἀνασκέπτεται. ζητέον δὲ καὶ πρὸς ταύτην τὴν ἐξήγησιν, ὅτι τὸ πῆ πρὸς ἄλλο συνέτακται καὶ οὐ πρὸς τὸ πᾶν. μῆποτε οὖν, ὥσπερ ἔλεγεν ὁ ἡμέτερος διδάσκαλος, τῶν λόγων πολλαχῶς λεγομένων —ἄλλοι γὰρ εἰσιν οἱ ἀπὸ νοῦ προιοῦντες δημιουργικοὶ λόγοι, οἷους καὶ 15 ὁ δημιουργὸς ἔρει [41. 42] πρὸς τοὺς νέους θεούς· καὶ γὰρ τὴν ψυχὴν λέγει [37 A] κινουμένην πρὸς ἑαυτήν· καὶ ἄλλοι τινὲς οἱ ἐν τῇ ἐπιστήμῃ θεωρούμενοι, καὶ ἄλλοι τρίτην ἀπόστασιν ἀπὸ νοῦ λαχόντες, οἱ ἐν προφορᾷ διδασκαλίας ἕνεκα κινούμενοι καὶ τῆς πρὸς ἀλλήλους κοινωνίας —20 C εἰδὼς ὁ Τίμαιος, ὅτι τοὺς μὲν δημιουργικοὺς λόγους ὁ δημιουργὸς ὑφίστησιν, τοὺς δὲ ἐπιστημονικοὺς οὐ νῦν μέλλει γεννᾶν, ἀλλ’ ἐν ἑαυτῷ προεῖληφεν αὐτούς, μόνους δὲ τοὺς ἐν προφορᾷ λόγους ποιήσεται Σωκράτους ἕνεκα, διὰ τοῦτο τοὺς περὶ τοῦ παντὸς ἔφατο ποιήσεσθαι πῆ λόγους· ἄλλο 25 γὰρ ἐστὶ τὸ νοερόως, ἄλλο τὸ ἐπιστημονικῶς, ἄλλο τὸ διδασκαλικῶς, καὶ τὸ πῆ τὰς διαφορὰς ταύτας ἐνδείκνυται τῶν λόγων. πάλιν τοίνυν τὸ ἡ γέγονεν ἡ καὶ ἀγενὲς ἐστιν οἱ μὲν ἐξηγήσαντο τὸ μὲν πρότερον ἡ δασύναντες, τὸ δὲ δεύτερον φιλοῦσαντες, ὅσοι φασὶν αὐτὸν ἔρειν περὶ τοῦ παν- 30 τός, καθ’ ὅσον γέγονεν ἀπ’ αἰτίας, εἰ καὶ ἀγενὲς ἐστιν, ἵνα