Ancient Greek
1.272.1
Proclus Phil., In Platonis Timaeum Commentaria 1.272.1
Unproofread scanNot analysed yet
ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Β [Tim. 27 C] γενόμενον αὐτὸ θεωρήσαντες τὴν ἐν αὐτῷ φύσιν κατίδωμεν. καὶ ὁ γε Πλατωνικὸς Ἀλβῖνος ἀξιοῖ κατὰ Πλάτωνα τὸν κόσμον ἀγέννητον ὄντα γενέσεως ἀρχὴν ἔχειν· ὅ καὶ πλεονάζειν τοῦ ὄντος ὄντος, ἐκείνου μόνως ἀεὶ ὄντος, τοῦ δὲ κόσμου πρὸς τῷ ἀεὶ εἶναι καὶ γενέσεως ἔχοντος ἀρχήν, ἢν ἡ καὶ ἀεὶ ὢν καὶ γεννητός, οὐχ οὕτως ὢν γεννητὸς ὡς κατὰ χρόνον —οὐ γὰρ ἂν ἦν καὶ ἀεὶ ὢν —ἀλλ’ ὡς λόγον ἔχων γενέσεως διὰ τὴν ἐκ πλειόνων καὶ ἀνομοίων σύνθεσιν, ἥν D ἀναγκαίων εἰς ἄλλην αἰτίαν αὐτοῦ τὴν ὑπόστασιν ἀναπέμπειν πρεσβυτέραν, δι’ ἣν πρῶτως ἀεὶ οὖσαν ἔστι πῃ καὶ αὐτὸς ἀεὶ ὢν καὶ οὐ μόνον γεννητός, ἀλλὰ καὶ ἀγέννητος· καὶ τοῦ Πλάτωνος ἐν τοῖς ἐξῆς μηδαμοῦ λέγοντος πῶς μὲν γεννητόν, πῶς δὲ ἀγενὲς τὸ πᾶν. οἱ δὲ ἀμφότερα ἐδάσυναν, ἵνα λέγοι ποιησέσθαι τοὺς περὶ τοῦ παντὸς λόγους, ἢ γέγονε καὶ ἢ ἀγενὲς ἔστι, τὰ αὐτὰ τοῖς πρὸ αὐτῶν ἀμαρτάνοντες, εἰ μὴ ἄρα οὕτως λέγοιεν γεγονὸς καὶ ἀγέννητον τὸ πᾶν κατὰ μὲν τὸ εἶδος γεγονός, κατὰ δὲ τὴν τιμήνην ἀγέννητον· οὕτω γὰρ καὶ ὁ Τίμαιος ἐρεῖ [52A] τὴν μὲν ἀγέννητον εἶναι, τὸν δὲ κόσμον γεννητόν, ὡς ἀπὸ τοῦ θεοῦ τὸ εἶδος δεξάμενον. Πορφύριος δὲ καὶ Ἰάμβλιχος ἀμφότερα φιλοῦσιν, ἵνα ἢ τὸ λεγόμενον, πότερον γέγονε τὸ πᾶν ἢ ἀγενὲς ἔστι· τοῦτο γὰρ ἐπισκέπτεται πρὸ τῶν ἄλλων ἁπάντων· καὶ γὰρ μεγίστην ἐν τῇ ὅλῃ φυσιολογίᾳ παρέχεται συντέλειαν ὀρθῶς ὑποτεθὲν ἢ μή, τὸ γεννητὸν ἢ ἀγέννητον εἶναι τὸν κόσμον· καὶ γὰρ τὴν οὐσίαν αὐτοῦ καὶ τὰς δυνάμεις ἀπὸ ταύτης τῆς ὑποθέσεως δυνήσομεθα κατιδεῖν, ὁποῖαί τινές εἰσιν, ὡς ἔσται δῆλον ἡμῖν μικρὸν ὕστερον. E ἔσονται ἄρα οἱ λόγοι περὶ τοῦ παντὸς διδασκαλίας ἕνεκα προιοῦντες ἀπ’ ἀρχῆς ὁμώμενοι ταύτης, εἴτε γέγονεν ὁ κόσμος εἴτε ἀγέννητός ἐστι, καὶ ἀπὸ ταύτης τὰ ἄλλα κατὰ τὸ ἀκολουθοῦν ὑφαίνοντες.