Ancient Greek
1.273.3
Proclus Phil., In Platonis Timaeum Commentaria 1.273.3
Unproofread scanNot analysed yet
Πάντα τὰ πληρώματα τῶν θείων διακόσμων ἢ τοῦ ἄργενος καὶ θήλεος διαιρέσεις ἐν ἑαυτῇ συνείληφε· τὸ μὲν γὰρ μονίμου δυνάμεως αἴτιον καὶ ταυτότητος καὶ τοῦ ὄντος χορηγὸν καὶ τῆς ἐπιστροφῆς τοῖς πᾶσι τὴν πρωτίστην ἀρχὴν ἀναδιδάσκον ἐν τῷ ἄρρενι συνείληπται, τὸ δὲ προόδους παντοίας καὶ διακρίσεις καὶ ζωῆς μέτρα καὶ γονίμους δυνάμεις ἀφ’ ἑαυτοῦ προιέμενον ἐν τῷ θήλει περιέχεται. διὸ δὴ καὶ ὁ Τίμαιος εἰκῶς ἐπὶ πάντας τοὺς θεοὺς ἑαυτὸν ἀναγωγὸν κατὰ τὴν εἰς τὰ γένη ταῦτα διαίρεσιν τὰς ὅλας αὐτῶν τάξεις περιέλαβεν. ἔστι δὲ καὶ πρὸς τὴν προκειμένην θεωρίαν ἡ τοιαύτη διαιρέσις οἰκειοτάτη· τὸ γὰρ πᾶν τοῦτο πλήρες ἔστι τῶν διττῶν τούτων θείων γενῶν· ὁ τε γὰρ οὐρανὸς πρὸς τὴν γῆν, ἵνα τὰ ἄκρα παραλάβωμεν, ἄρρενος ἔχει πρὸς θῆλυ τάξιν, διότι δὴ λόγους μὲν καὶ δυνάμεις ἑκάστοις ἐνδιδῶσιν ἢ τοῦ οὐρανοῦ κίνησις, δεχομένη δὲ τὰς ἐκεῖθεν ἀπορροίας ἢ γῆ λοχεύει καὶ γεννᾷ ζῷα τε καὶ φυτὰ παντοῖα, καὶ τῶν ἐν οὐρανῷ θεῶν οἱ μὲν κατὰ τὸ ἄρρεν, οἱ δὲ κατὰ τὸ θῆλυ διακρίνονται, καὶ δὴ καὶ τῶν τὴν γένεσιν ἀγενήτως ἐπιτροπευόντων οἱ μὲν τῆς ἑτέρας, οἱ δὲ τῆς λοιπῆς εἰσι συστοιχίας· ὅλως δὲ πολὺς μὲν ὁ δημιουργικὸς ἐν τῷ παντὶ χορός, πολλοὶ δὲ οἱ ὀχετοὶ τῆς ζωῆς, ὧν οἱ μὲν τοῦ ἄρρενος, οἱ δὲ τοῦ θήλεος ἐπιδείκνυνται τὴν μορφήν. τί δεῖ πολλὰ λέγειν; ἀπὸ γὰρ τῶν ἀπολύτων ἐξάδων τῆς τε ἄρρενωποῦ καὶ τῆς θηλυτρεποῦς ποικιλίας διακοσμήσεις καθῆκον εἰς τὸ πᾶν. εἰκῶς ἄρα ὁ τοῦ περὶ τοῦ παντὸς λόγους ποιεῖσθαι μέλλον θεοὺς ἐπικαλεῖται καὶ θεάς, ἀφ’ ὧν ἑκατέρων συμπληρήσεται τὸ πᾶν, κατὰ νοῦν αὐτοῖς διαφερόντως τοῖς θεοῖς λεχθήναι τὰ μέλλοντα λέγε-