Ancient Greek
1.276.3
Proclus Phil., In Platonis Timaeum Commentaria 1.276.3
Unproofread scanNot analysed yet
Πυθαγόρειος ὁ Τίμαιος καὶ σῶζων τὸν τύπον τῶν Πυθαγορείων λόγων εὐθὺς ἐκ προοιμίων ἐπιδείκνυται. Σωκράτῃς μὲν γὰρ οὐ τὰς ἑαυτοῦ δόξας ἀποφαντικῶς εἰς τοὺς ἄλλους ἐξέφερεν, ἀλλὰ τὰς ἐκείνων ἔννοιας ἀνακαθαιρόμενος διαλεκτικῶς τὴν ἀλήθειαν ἐξεφαίνεν· ὃς γε καὶ μηδὲν εἰδέναι πρὸς αὐτοὺς ἔλεγε πλὴν τοῦ διδόναι λόγον καὶ λαμβάνειν. Τίμαιος δέ, ἄτε καὶ πρὸς ἄνδρας ἐμφρονας τοὺς λόγους ποιούμενος, ἑαυτοῦ δόγμα φησὶν ἐκφέρειν, οὐδὲν τὰς ἄλλοτρίας γνώμας πολυπραγμονῶν, ἀλλὰ μίαν τὴν τῆς ἐπιστήμης ἀτραπὸν μεταχειριζόμενος. καὶ μὴν καὶ ἡ δόξα πᾶν πρόσοφος ἐνταῦθα καὶ ἐπομένης τοῖς ἐμπροσθεν ἡθηδὶσι παρεῖληπται· τῆς γὰρ λογικῆς πάσης ψυχῆς τὸ μὲν ἐστι νοῦς, τὸ δὲ διάνοια, τὸ δὲ δόξα, καὶ ὁ μὲν συνάπτεται τοῖς θεοῖς, ἡ δὲ προβάλλει τὰς ἐπιστήμας, ἡ δὲ ἐκδίδωσιν εἰς ἄλλους. ταῦτ' οὖν καὶ ὁ ἀνὴρ οὗτος ἐγνωκὼς διὰ μὲν τῶν εὐχῶν τὸν ἑαυτοῦ νοῦν ἐνήρμοσε τῷ νῷ τῶν θεῶν· τοῦτο γὰρ ἐδήλου τὸ πάντα κατὰ νοῦν μάλιστα μὲν θεοῖς, ἐπομένως δὲ ἡμῖν εἰπεῖν [27 C]. διὰ δὲ τῶν παρακλήσεων τὸ διανοητικὸν ἀνῆγειρε τῶν ψυχῶν· τὸ γὰρ ἢ διανοοῦμαι τοιαύτην ἔχει ἐνδείξιν. λείπεται δὴ τὸ δοξαστικόν, ὁ παρὰ τῆς διανοίας τὴν ἐπιστημονικὴν διαίρεσιν ὑποδεξάμενον καὶ ἐπ' ἄλλους αὐτὴν μετοχετεύει· τοῦτο δὲ οὐκ ἔστιν ἀμφίβολον οὐδὲ περὶ τὰ αἰσθητὰ μεριζόμενον οὐδὲ ἐν ὅπολήψει μόνως τὴν εἴδησιν ἀφωρισμένην ἔχον, ἀλλὰ πεπληρωμένον μὲν ἀπὸ νοῦ καὶ διανοίας, τὸν δὲ δημιουργικὸν λόγον θεαροῦν καὶ διακρῖνον τὴν τῶν πραγμάτων φύσιν. ἐστι δὲ καὶ ταῦτα πρὸς τὸ παράδειγμα τοῦ λέγοντος ἰκανῶς