Ancient Greek
1.280.9
Proclus Phil., In Platonis Timaeum Commentaria 1.280.9
Unproofread scanNot analysed yet
ἀλλήλους οὐκ ὀλίγαι περὶ τούτου γέγονασιν. ἡμεῖς δὲ οὐκ ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Β [Tim. 27D] ται φιλοσοφοῦσα, καὶ ἐν οἷς ἄλλο μὲν ἐδείκνυ τὸ παντελὲς ὅν καὶ ὄντως ἐπιστητὸν καὶ ἄλλο τὸ πῇ μὲν ὄν, πῇ δὲ μὴ ὄν καὶ διὰ τοῦτο δοξαστὸν ὑπάρχον, ἄλλο δὲ τὸ μηδαμῶς ὄν καὶ ἄγνωστον παντελῶς, καὶ ἐν οἷς τὴν γραμμὴν εἰς τέτταρα διήγει, νοητὸν διανοητὸν αἰσθητὸν εἰκαστὸν, ἐν οἷς καὶ περὶ τάχαθοῦ διαλεγόμενος ἔλεγεν αὐτὸ βασιλεύειν ἐν τῷ νοητῷ τόπῳ καθάπερ ἐν τῷ ὁρατῷ τὸν ἥλιον. τάχα δὲ καὶ ὁ προλαβὼν περὶ εὐχῆς λόγος ἀπόδειξις ἐστι τοῦ εἶναι τὸ ἀεὶ ὄν· εἰ γὰρ εἰσὶ θεοί, ἀναγκαῖον εἶναι καὶ τὸ ὄντως ὄν· τοῦτο γὰρ ἐστι τοῖς θεοῖς ἡμωμένον, ἀλλ’ οὐχὶ τὸ γιγνόμενον καὶ ἀπολλύμενον, ὄντως δὲ οὐδέποτε ὄν. μᾶλλον δὲ καὶ πρὸ τούτων ἐν ταῖς κοιναῖς ἡμῶν ἐννοίαις ἀπόκειται τὸ εἶναι τι ἀεὶ ὄν. πῶθεν γὰρ τὸ γιγνόμενον γίγνεται, ἢ ἀπὸ τοῦ ἀεὶ ὄντος; εἰ γὰρ καὶ ἐκεῖνο γίγνοιτο, ὑπ’ ἄλλου τινὸς ὄντος γενήσεται καὶ ἤτοι ἀεὶ ὄντος ἢ γιγνομένου καὶ αὐτοῦ, ὥστε ἢ ἐπ’ ἄπειρον χωρήσομεν, ἢ κύκλῳ ἡ γένεσις, ἢ ἐστι τὸ ἀεὶ ὄν. ἀλλ’ οὔτε [δὲ] ἐπ’ ἄπειρον προιέναι θέμεν· ἐκ γὰρ ἑνὸς πάντα καὶ μιᾶς ἀρχῆς· οὔτε κύκλῳ ἡ γένεσις, ἵνα μὴ τὰ αὐτὰ κρεῖττω καὶ χείρω γίγνηται καὶ αἴτια καὶ ἀποτελέσματα· λείπεται ἄρα ἀεὶ εἶναι τὸ ὄν. διὰ τί οὖν, φαῖη τις ἂν, μὴ ἐκ τοῦ ἑνὸς ἡ γένεσις; ὅτι, φήσομεν, ἐκ τοῦ ἑνὸς παντελῶς τὸ πλήθος παράγειν εὐθὺς ἄτοπον. δεῖ οὖν εἶναι τὸ ὄντως ὄν, ὃ πρῶτως ἀπ’ αὐτοῦ πρόεισιν, ἵνα μὴ τὸ πρᾶτιστον τῶν ἐσχάτων αἴτιον ἢ μόνον, ἀλλὰ πρὸ τούτων τοῦ ὄντος, ἐξ οὗ καὶ ἡ γένεσις. τὸ δὲ ἀληθέστατον ἐπὶ τοῖς εἰρημένοις ἐστίν, ὅτι νῦν μὲν ὡς ὑπόθεσιν λαβὼν εἶναι τὸ ἀεὶ ὄν ὡρίσατο, καθάπερ ὁ γεωμέτρης τὸ σημεῖον εἶναι θέμενος ὡρίσατο· μετὰ δὲ τοὺς περὶ τῆς κοσμοποιίας λόγους ἀναλαβὼν αὐτὸ τοῦτο ἀποδεικνύσιν, ὅτι ἐστὶ τὸ ἀεὶ ὄν· τὰ δὲ καθήκοντα τῇ φυσιολογίᾳ τηρῶν ἐξ ὑπο-