Ancient Greek
1.284.1
Proclus Phil., In Platonis Timaeum Commentaria 1.284.1
Unproofread scanNot analysed yet
ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Β [Tim. 27 D] πανταχοῦ γὰρ τὸ πρῶτως ὂν ὅπερ ἐστὶν ἐν τῇ ἑαυτοῦ σειρᾷ τὴν ἀκροτάτην ἔχει τάξιν· δεύτερον γὰρ ὂν, ἀλλ’ οὐκ αὐτὸ τὸ εἶδος, οὐκέτι πρῶτως ἐστὶν ὅπερ ἐστίν. ὥσπερ οὖν ἡ αὐτοαρετὴ τὴν ἀκροτάτην ἔχει χώραν ἐν τῇ σειρᾷ τῶν ἀρετῶν, 5 ὡς τὸ αὐτὸ ἴσον ἐν τοῖς ἴσοις, τὸ αὐτοζῶν ἐν τοῖς ζῴοις, οὕτω δήπου καὶ τὸ αὐτοῦν, ὁ πρῶτως ἐστὶν ὤν, κορυφὴ τῶν ὄντων ἐστὶν ἁπάντων, καὶ ἀπ’ αὐτοῦ πρόξεισι πᾶν τε τὸ νοητὸν καὶ τὸ νοερόν καὶ τὸ ὁπωσοῦν ἀποφερόμενον τῇν τοῦ ὄντος προσήγορίαν. ἀλλ’ οὐ ταυτόν ἐστιν ἔν ὃν καὶ 10 ἀεὶ ὤν· τὸ μὲν γὰρ ἔν ὂν ἐπέκεινα τοῦ αἰωνός ἐστιν· ὁ γὰρ αἰὼν μετέχει τοῦ ὄντος· πάντα γοῦν ὅσα αἰώνος μετεῖληφε, B καὶ τοῦ ὄντος ἔχει τινὰ μοῖραν, οὐ πάντα δὲ ὅσα τοῦ ὄντος μετέχει, καὶ τοῦ αἰώνος μετεῖληφεν· ἐστὶ γοῦν καὶ τὰ ἐν χρόνῳ μετέχοντα τοῦ ὄντος· ὥστε ἐπέκεινα τὸ πρῶτως ὂν 15 τῆς τοῦ αἰώνος τάξεως. τὸ δὲ ἀεὶ ὤν αἰώνιον ἐστιν· ὥστε αὐτὸ τοῦναντίον ἀπέδειξεν ὁ λόγος, ὅτι πᾶν μᾶλλον ἐκ τοῦ ἀεὶ ὤν ληπτέον, ἢ τὸ ἔν ὤν. ἐκεῖνο γὰρ τοῦ ἀεὶ κρείττον, ἤτε μεταξὺ ὤν τοῦ ἑνὸς καὶ τοῦ αἰώνος καὶ ἔν ὤν πρὸ τοῦ αἰώνος καλούμενον. εἰ οὖν με χρὴ τὸ φαινόμενον λέγειν, 20 προηγουμένως πᾶν τὸ αἰωνίως ὤν νῦν ὁ Πλάτων παρέληφεν, ἀρχόμενον μὲν ἀπὸ τῆς τοῦ αὐτοενὸς φύσεως —τοῦτο γὰρ ἐστὶ τὸ πρῶτως αἰώνιον —λῆγον δὲ ἄχρι τῶν μερικῶν νύων· τὸ δὲ ἔν ὤν ἴσως ὡς μονάδα τούτων ἀφήκε καὶ ὡς ἄρρητον καὶ τῷ ἑνὶ συννησμένον. καὶ οὕτως ἂν αὐτῷ περὶ 25 τοῦ νοητοῦ παντὸς ὁ λόγος εἴη, τὸ νοητὸν εἰ μὴ τὸ ἀκρότατον καὶ κρύφιον λαμβάνοις καὶ ἀνεκφοίτητον τοῦ ἑνός. τὸ γοῦν τῶν νοουμένων κάλλιστον τὸ αὐτοζῶν ἐφεὶ μικρὸν προειδῶν [30 D], ὡς τῶν πρὸ τούτου δι’ ἐνότητος ὑπερβολὴν καὶ τοῦ νοεῖσθαι κρειττόνων ὄντων· εἰ μὴ ἄρα 30 κάλλιστον τῶν νοουμένων πάντων ζῴων τὸ αὐτοζῶον εἴπε C νοουμένων ὄντων καὶ τοῦ αἰώνος πρὸ τοῦ ζῴου καὶ τοῦ ἑνὸς ὄντος, τοῦ μὲν ὡς κατ’ αἰτίαν ἀεὶ, τοῦ δὲ ὡς καθ’