Ancient Greek
1.293.1
Proclus Phil., In Platonis Timaeum Commentaria 1.293.1
Unproofread scanNot analysed yet
240 ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Β [Tim. 27 D 28 A] τὸ σωματοειδὲς πᾶν. ἀλλὰ πῶς οὐδέποτε ὂν τὸ γιγνόμενον, περὶ οὗ διαρρήδην εἶπεν ἐν Σοφιστῇ, ὅτι καὶ τοῦτο ὂν πῶς ἐστιν; ἢ τοῦτο καὶ αὐτὸς ἔχει μικρὸν ὑστερόν [28 A], οὐχ ὅτι τὸ μὴ ὂν ἐστιν, ἀλλ’ ὅτι ὄντως οὐδέποτε ὂν. νῦν δὲ εἴρηται οὐδέποτε ὂν, ὅτι τὸ ὂν ἐπὶ τῆς αἰωνίας · προεῖται φύσεως, τὸ δὲ γιγνόμενον οὐδέποτε ἐστι τὸ ἀεὶ ὂν· εἴπερ οὖν τὸ εἶναι ἢ ὂν ἀδεκτον τοῦ μὴ εἶναι, δῆλον, ὅτι τὸ γιγνόμενον, συμπεπλεγμένον ἔχον τῷ μὴ ὄντι τὸ ὁποσοῦν ἐν αὐτῷ ὂν, οὐδέποτε ἐστιν ὂν οὕτως, ὡς εἰλικρινῶς ὂν καὶ καθ’ αὐτὸ ὂν, φ̓ προσῆκει μόνῳ εἶναι, ἀλλὰ μὴ μετὰ τοῦ εἶναι καὶ μὴ εἶναι πως, ὁμοῦ καὶ οὐκ ὂν.