Ancient Greek
1.301.3
Proclus Phil., In Platonis Timaeum Commentaria 1.301.3
Unproofread scanNot analysed yet
Ἐπὶ δὴ τούτοις τὴν δόξαν κατανοήσωμεν ἥτις ἐστίν. ὅτι μὲν οὖν πέρας ἐστὶ τῆς λογικῆς ἀπάσης ζωῆς καὶ ὅτι συνάπτεται πρὸς τὸ ἀκρότατον τῆς ἀλόγου, πολλάκις ἐστὶ τεθρυλημένον. ἃ δὲ ἐστὶν ἐξαιρετὰ τῆς Πλατωνικῆς παραδόσεως, ταῦτα νῦν λέγωμεν· ὅτι τοὺς τῶν αἰσθητῶν λόγους τὸ δοξαστικὸν περιέχει καὶ τοῦτό ἐστι τὸ τὰς οὐσίας αὐτῶν γινώσκον καὶ τὸ μὲν ὅτι θεωροῦν, τὴν δὲ αἰτίαν ἀγνοοῦν. τῆς γὰρ διανοίας ἄμα καὶ τὰς οὐσίας καὶ τὰς αἰτίας γινωσκούσης τῶν αἰσθητῶν, τῆς δὲ αἰσθήσεως μηδέτερα —δέδεικται γὰρ ἐν Θεαίττῳ σαφῶς, ὅτι οὐσίας ἐστὶν ἀγνῶς ἡ αἴσθησις καὶ τῆς αἰτίας ὧν γινώσκει παντελῶς ἀμαθής —ἀναγκαῖον τὴν δόξαν ἐν μέσῳ τεταγμένην τὰς μὲν οὐσίας τῶν αἰσθητῶν διὰ τῶν ἐν αὐτῇ λόγων γινώσκειν, τὰς δὲ αἰτίας ἀγνοεῖν. οὕτω γὰρ ἂν καὶ ἡ ὀρθὴ δόξα διαφέρῃ τῆς ἐπιστήμης, ἢ τὸ ὅτι γινώσκει μόνον, ἐκείνης καὶ τὴν αἰτίαν θεωρεῖν δυναμένης. ἔχεται δὲ τῆς δόξης ἡ αἴσθησις, μέση καὶ αὐτὴ οὖσα τοῦ τε αἰσθητηρίου καὶ τῆς δόξης· τὸ μὲν γὰρ αἰσθητήριον μετὰ πάθους ἀντιλαμβάνεται τῶν αἰσθητῶν, διὸ καὶ φθείρεται ταῖς ὑπερβολαῖς αὐτῶν, ἡ δὲ δόξα γνώσιν ἔχει καθαρὰν πάθους, ἡ δὲ αἴσθησις μετέχει μὲν πως καὶ τοῦ πάθους, ἔχει δὲ τι καὶ γνωστικόν, καθόσον ἐνίδρυται τῷ δοξαστικῷ καὶ ἐλλάμπεται παρ’ αὐτοῦ καὶ γίνεται λογοειδής, ἄλογος οὖσα καθ’ ἑαυτήν. εἰς ταύτην γὰρ ἀποπερατοῦται τῶν γνωστικῶν δυνάμεων ἡ σειρά, ἥς ἡγεῖται μὲν ἡ νόησις, ὑπὲρ λόγου οὖσα καὶ ἀμετάβατος, δευτέραν δὲ