Ancient Greek
1.307.4
Proclus Phil., In Platonis Timaeum Commentaria 1.307.4
Unproofread scanNot analysed yet
δόκος δ’ ἐπὶ πᾶσι τέτυκται [Xenophan. frg. 34, 4 D.] ,τῶν δὲ λόγον, τῶν δὲ νοῦν, ὁ Πλάτων οἰκείως τοῖς πράγμασι τὴν τῶν κριτηρίων διεῖλεν οὐσίαν, τοῖς μὲν νοητοῖς νοῦν ἀπονέμιας, τοῖς δὲ διανοητικοῖς διάνοιαν, τοῖς δὲ δοξαστοῖς δόξαν, τοῖς δὲ αἰσθητοῖς αἴσθησιν. καὶ μὴ διὰ τοῦτο οἱηθήης διεσπασμένα τὰ κριτήρια κατ’ αὐτὸν ὑπάρχειν· ἢ γὰρ ψυχὴ καὶ ἐν ἐστὶ καὶ πλήθος. εἰ τοίνυν τὸ κρίνειν ψυχῆς ἐστιν —οὐ γὰρ πού τὸ ἡμέτερον σῶμα κριτικὴν ἔχει δύναμιν —ἢ δὲ ψυχὴ ἐν ἐστὶ καὶ πλήθος, καὶ τὸ κριτικὸν ἤρα