Ancient Greek
1.308.1
Proclus Phil., In Platonis Timaeum Commentaria 1.308.1
Unproofread scanNot analysed yet
ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Β [Tim. 28 A] ἐν ἐστιν ἓν καὶ πολλά, καὶ μονοειδὴς ἡ κριτικὴ δύναμις καὶ πολυειδής. τίς οὖν ἡ μία δύναμις; φαίη τις ἂν. ὁ λόγος, φήσομεν. οὗτος γὰρ ἐπὶ μὲν τὴν τῶν νοητῶν ἰδέαν στελλόμενος ἑαυτῷ τε χρῆται καὶ τῇ νόησει, οὐχ ὅτι ὄργανον μὲν ἡ νόησις, τὸ δὲ χρῶμενον αὐτός, ὡς οἴεται Σενήρως ὁ Πλατωνικὸς χειρῷ τοῦ λόγου τὴν νόησιν τιθέμενος, ἀλλ’ ὅτι φῶς ἐστι τοῦ λόγου ἡ νόησις, τελειουργὸς οὖσα καὶ ἀναγωγὸς αὐτοῦ καὶ ἀπολαμπρύνουσα τὴν ἐν αὐτῷ γνωστικὴν δύναμιν. εἰς δὲ τὴν τῶν μέσων λόγων ἐπίκρισιν εἰσιὼν τῇ διανοίᾳ καὶ οὐχ ἑαυτῷ χρῆται μόνῳ καὶ πρὸς ἑαυτὸν διὰ ταύτης ἐπέστραπται, τὰ δὲ δοξαστὰ κρίνων κινεῖ καὶ τὴν C δόξαν, τὰ δὲ φανταστὰ τὴν φαντασίαν, τὰ δὲ αἰσθητὰ τὴν αἴσθησιν. ὅταν μὲν γὰρ περὶ τῆς αἰσθητῆς οὐσίας σκοπῆται τῶν εἰδῶν, οἷον ἕκαστόν ἐστι τῶν αἰσθητῶν, τῇ δόξῃ χρῆται συνεργῷ πρὸς τὴν διάσκεψιν· ἐν αὐτῇ γὰρ οἱ λόγοι τῶν αἰσθητῶν. ὅταν δὲ περὶ θέσεώς τινος ἢ σχήματος, οἷον περὶ τοῦ πῶς κεῖται ἡ γῆ ἢ κατὰ κορυφῆς ἔχουσα τὸν πόλον, καὶ ποίαν ἔχουσα πρὸς τὸν οὐρανὸν σχέσιν, ἐγείρει καὶ τὴν φαντασίαν, ἵνα διαστατῶς καὶ μορφωτικῶς ὥσπερ ἐστὶ θεάσηται τὸ ζητούμενον, καὶ ὅταν περὶ ἐκλείψεως, παραλαμβάνει καὶ τὴν αἴσθησιν ὡς ὑπουργὸν ἐν ταῖς τηρήσει, καὶ ποτὲ μὲν ἀποδέχεται τὰς κρίσεις τῶν δευτέρων δυνάμεων, ποτὲ δὲ διελέγχει τὰ σφάλματα αὐτῶν, ὅσα διὰ τὰ ὄργανα συμβαίνει πολλάκις αὐταῖς ἀμαρτάνειν. περὶ μὲν οὖν κριτηρίων ἀρκεῖ καὶ ταῦτα πρὸς τὸ παρόν· εἴρηται γὰρ ἡμῖν ἐν τοῖς εἰς Θεαίτητον περὶ τούτων διὰ πλειόνων σαφέστερον.