Ancient Greek
1.317.4
Proclus Phil., In Platonis Timaeum Commentaria 1.317.4
Unproofread scanNot analysed yet
Καὶ τοῦτο συνεχὲς ἐστι τοῖς εἰρημένοις· μετὰ γὰρ τὴν 10 ποιητικὴν αἰτίαν ἡ παραδειγματικὴ ζητεῖται, πλὴν ὅτι τὰ Β μὲν εἰρημένα ἀξιώματα πρὸς εὑρεσιν ἡμῖν συντελεῖ τοῦ εἶναι δημιουργικὴν αἰτίαν τοῦ παντός, ταῦτα δὲ πρὸς εὑρεσιν οὐχὶ τοῦ εἶναι παράδειγμα τοῦ κόσμου, ἀλλὰ τοῦ ὁποῖόν ἐστι τὸ παράδειγμα, πότερον αἰδίον ἢ γεννητόν· ἔπειτα γὰρ τῷ εἶναι ποιητικὸν αἴτιον τὸ εἶναι καὶ παράδειγμα, ἢ ἐν αὐτῷ τῷ 15 ποιούντι προϋπάρχειν, ἢ ἔκτός αὐτοῦ, καὶ ἢ κρεῖττον τοῦ ποιούντος, ἢ καταδεέστερον, ἢ ὁμοταγὲς αὐτῷ· πάντως γὰρ τὸ ποιοῦν εἰς τι εἶδος ἀποτείνόμενον, ὁ βούλεται ἐνθεῖναι τῷ ποιουμένῳ, ποιεῖ. τοῦτο μὲν οὖν ἔπειται. δεῖ δὲ καὶ τὸ ἐξῆς 20 εὑρεῖν, εἴτε αἰδίον ἐστι τὸ παράδειγμα τὸ κοσμικόν, εἴτε γεννητόν. πρὸς δὲ τοῦτο συντελεῖ ἡμῖν τὰ προκείμενα ἀξιόματα. σύμπας δὲ ὁ λόγος οὕτως ἂν εἴη πρὸς ἑαυτὸν ἀκόλουθος· εἰ ἐστι γιγνόμενον, ἐστιν αὐτοῦ δημιουργός· εἰ ἐστι δημιουργὸς τοῦ παντός, ἐστι καὶ παράδειγμα· καὶ εἰ μὲν 25 καλὸν ἐστι τὸ γιγνόμενον, πρὸς τὸ ἀεὶ ὂν παράδειγμα γέγονεν, εἰ δὲ μὴ καλόν, πρὸς τὸ γενοὺς· ὥστε καὶ συνεχὴ γίγνεσθαι τοιούτον συλλογισμόν· ὁ κόσμος γέγονε· πᾶν τὸ