Ancient Greek
1.349.3
Proclus Phil., In Platonis Timaeum Commentaria 1.349.3
Unproofread scanNot analysed yet
Τῷ δ’ αὐτῷ γενομένῳ φαμὲν ὑπ’ αἰτίου τινὸς ἀνάγκην εἶναι γενέσθαι [28 C]. Συνοδεύει ταῖς ὑποθέσεσιν ὁ λόγος, μᾶλλον δὲ τῇ τάξει τῶν πραγμάτων, ἀφ’ ὧν αἱ ὑποθέσεις ἐλήφθησαν· ὡς γὰρ πανταχοῦ τὸ εἶδος ἐξήρτηται τῆς ποιητικῆς αἰτίας, οὕτω καὶ αἱ πρῶται ὑποθέσεις συνεχεῖς εἰσι πρὸς τὰς δευτέρας καὶ πρὸς τὰς ἀποδείξεις ἀρχὴν παρέχουσι ταῖς ἐχομέναις αὐτῶν· ἐπεὶ γὰρ δέδεικται κατὰ τὴν πρώτην ὑπόθεσιν, ὅτι γενητὸς ὁ κόσμος, διὰ μέσου τοῦ δοξαστοῦ, τὸ τοῦτο ἀκόλουθον ἐξῆς ἀποδεικνυσιν, ὅτι ὑπ’ αἰτίου γέγονε, κατὰ τὴν δευτέραν ὑπόθεσιν· εἰ γὰρ ὁ κόσμος γιγνόμενόν ἐστι, πᾶν δὲ τὸ γιγνόμενον ὑπ’ αἰτίου γίνεται τινος, ὁ κόσμος ἄρα ὑπ’ αἰτίου τινὸς γέγονεν ἐξ ἀνάγκης. τί οὖν τὸ ποιητικὸν αἴτιον τοῦ παντός, ἀφ’ οὗ τὸ γίγνεσθαι τῷ κόσμῳ πάρεστι; τοῦτο γὰρ ἐστὶν ἐφεξῆς τῇ ἀποδείξει ταύτῃ ζητεῖν ἀναγκαῖον, καὶ θεασόμεθα, ποίοις δὴ τισὶ περὶ τοῦτον κέχρηται λόγοις προϊών. νῦν δὲ ὅτι πᾶν τὸ γινόμενον ὑπ’ αἰτίου τινὸς