Ancient Greek
1.351.1
Proclus Phil., In Platonis Timaeum Commentaria 1.351.1
Unproofread scanNot analysed yet
298 #ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Β [Tim. 28 C] αἰτία τὰ μόρια τοῦ κόσμου τῆς συνθέσεως, τί τὸ ποιούν εἰς αὐτά; τοῦτο γὰρ ζητοῦμεν. εἰ δὲ ποιητικά, πῶς τὰ ἀκόσμητα τῶν κεκοσμημένων ποιητικὰ καὶ τὰ ἄτακτα τῶν τεταγμένων; εἰ δὲ μὴ ὑφ’ ἑαυτοῦ σύνθετον ὁ κόσμος, ὑπ’ ἄλλου δηλαδὴ τὴν σύνθεσιν ταύτην ἔσχεν. εἰ τοίνυν ὁ κόσμος σύνθετος, τὸ δὲ σύνθετον ὑπ’ αἰτίας τινὸς σύγκειται, ἡ δὲ σύνθεσις αὕτη γένεσίς τίς ἐστιν, ὁ κόσμος ἄρα ἀπ’ αἰτίας ἔχει τὴν γένεσιν. ὅτι μὲν οὖν τὸ γεγονὲν ὑπ’ αἰτίας γίγνεται τις, ἀπὸ τούτων δῆλον. εἰ δὲ τὸ πᾶν κληκεν αἴτιον τὸ τοῦ γινομένου παντὸς αἴτιον, οὐ θαυμαστόν· τὸ γὰρ ἀπλῶς αἴτιον καὶ οὐ τι αἴτιόν ἐστι τὸ τῶν πάντων αἴτιον, περὶ οὗ καὶ αὐτὸς εἶπε [29 E] καὶ ἐκεῖνο αἴτιον πάντων καλῶν· ἐκεῖνο γὰρ καὶ θεὸς ἀπλῶς· πᾶν δὲ τὸ μετ’ ἐκεῖνο τις θεός, οἷον δημιουργικὸς ἢ ζοοποιός. τὸ οὖν αἴτιον τὸ τῶν γεννητῶν αἴτιον, ὡς τοῦ πάντων αἰτίου διαφέρου· ὅθεν ὑπ’ αἰτίου τινὸς εἶπε γίγνεσθαι τὸ γεγονόμενον. ἐγὼ δέ, ὅτι τὸ αἴτιον ἐν τῆς γενέσεως τῆς ὅλης ὁ Πλάτων προεῖναι φησί· καὶ γὰρ τὸ πλῆθος περὶ τὴν μίαν ἀρχὴν συντέτακται καὶ αἱ πολλαὶ ἐνάδες περὶ τὸ ἕν. τῶν δὲ ἄλλων οἱ μὲν τοῖς συναίτιοις τὴν αἰτίαν ἀνέθεσαν, οἱ δὲ εἰς φυσικὰς δυνάμεις ἀνῆλθον, οἱ δὲ εἰς διεσπαρμένας ἀπείρους ἀρχάς, οἱ δὲ εἰς ταύτην τὴν φύσιν, οἱ δὲ εἰς ψυχὴν· ὁ δὲ γε Πλάτων ταύτας μὲν τὰς αἰτίας μεῖζε, πρωτίστην δὲ πασῶν ὑποτίθεται τὴν μίαν αἰτίαν· ταύτη γὰρ συνεργεῖ μὲν ἡ ψυχικὴ τάξις, ὑπουργεῖ δὲ ἡ φύσις, δουλεύει δὲ πάντα τὰ συναίτια καὶ κατὰ τὴν αὐτῆς κινεῖται βούλησιν. διότι μὲν οὖν προηγείται τοῦ πλήθους ἡ δημιουργικὴ μονάς, αἰτίαν ταύτην προσηγόρευσε· τοῦτο γὰρ ἐστὶ τῆς μονότητος σημαντικόν· διότι δὲ οὐχὶ τὴν πρώτην ἔχει τάξιν ἐν τοῖς αἰτίοις οὔδ’ ἐστιν ἀμέθεκτος, τὸ τινὸς προσέθηκεν· ὥστε τὸ ὑπ’ αἰτίου τινὸς ταὐτὸν τῷ ἀπ’ αἰτίας