Ancient Greek
1.356.1
Proclus Phil., In Platonis Timaeum Commentaria 1.356.1
Unproofread scanNot analysed yet
ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Β [Tim. 28 C] οὐ πρὸς πάντας διελέγοντο περὶ αὐτῶν· τὰ γὰρ τῶν πολλῶν ὄμματα καρτερεῖν πρὸς τὸ ἀληθὲς ἀφορῶντα ἀδύνατα, φησὶν ὁ Ἐλεάτης ξένος [Soph. 254 AB]. τάχα δὲ καὶ τοῦτο λέγοι ἂν καὶ πολλῷ τούτου σεμνότερον, ὅτι τὸν εὕροντα λέγειν ὡς εἴδε πρὸς τινὰς ἀδύνατον· οὐδὲ γὰρ ἡ εὕρεσις λεγοῦσης τι τῆς ψυχῆς ἦν, ἀλλὰ μνοῦσης καὶ ὑπεστρωμένης πρὸς τὸ θεῖον φῶς, οὐδὲ κινοῦμένης οἰκεῖαν κίνησιν, ἀλλὰ σιωπώσης τὴν οἴων σωπῆν· ὅπου γὰρ οὐδὲ τὴν τῶν ἄλλων πραγμάτων οὐσίαν πέφυκεν ἡ δι’ ὄνοματος αἰρεῖν ἡ δι’ ὁριστικῆς ἀποδόσεως ἢ δι’ ἐπιστήμης, ἀλλὰ διὰ νοήσεως μόνης, ὡς φησὶν ἐν ταῖς Ἐπιστολαῖς [342s] αὐτός, πῶς ἂν τὴν οὐσίαν τοῦ δημιουργοῦ δύναιτο τρόπον ἕτερον F εὐδεῖν ἢ νοεῖν; πῶς δ’ ἂν οὕτως εὕρουσα δύναιτο δι’ ὀνομάτων καὶ ῥημάτων ἐξαγγεῖλαι τὸ ὀφθέν καὶ εἰς ἄλλους ἐξενεγκεῖν; ἢ γὰρ ἐν συνθέσει φερομένη διέξοδος ἀδυνατεῖ τὴν ἐνοειδῆ καὶ ἀπλὴν παριστάνειν φύσιν. τί οὖν; φαίη τις ἂν· οὐχὶ πολλά καὶ περὶ τοῦ δημιουργοῦ καὶ περὶ τῶν ἄλλων θεῶν καὶ ὑπὲρ τοῦ ἑνὸς αὐτοῦ λέγομεν; ἢ περὶ αὐτῶν μὲν λέγομεν, αὐτὸ δὲ ἕκαστον οὐ λέγομεν, καὶ ἐπιστημονικῶς μὲν δυνάμεθα λέγειν, νοεῖν δὲ οὔ· τοῦτο γὰρ ἐστὶ τὸ εὐδεῖν, ὥσπερ εἴπομεν πρότερον [p. 300s]. εἰ δὲ ἡ εὕρεσις 93 σωπώσεως ἐστὶ τῆς ψυχῆς, πῶς ἂν ἀρκέσειε τὸ εὕρεθέν οἷόν ἐστιν ὁ διὰ τοῦ στόματος φέων λόγος εἰς φῶς ἐξενεγκεῖν; Φέρε οὖν καὶ ἡμεῖς ἐπὶ τούτοις ἐπιχέμενοι τῷ φωτὶ τῆς ἐπιστήμης αὐτὸ τοῦτο, ὁ λέγομεν, θεασώμεθα, τίς ὁ δημιουργὸς οὗτος καὶ ἐν ποίᾳ τάξει τέτακται τῶν ὄντων· ἄλλοι γὰρ αὐ τῶν πρεσβυτέρων ἐπ’ ἄλλας δόξας ἠνέχθησαν. Νοῦμηνιος [frg. 36] μὲν γὰρ τρεῖς ἀνυμνήσας θεοὺς πατέρα μὲν καλεῖ τὸν πρῶτον, ποιητὴν δὲ τὸν δεύτερον, ποίημα δὲ τὸν τρίτον·