Ancient Greek
1.362.1
Proclus Phil., In Platonis Timaeum Commentaria 1.362.1
Unproofread scanNot analysed yet
ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Β [Tim. 28C] τὸ τῆς θείας ζωῆς γεννητικὸν καὶ τὸ προῖον πάντη καὶ τὸ ἀγαθουργὸν κάλλιστα δείγματα λέγουσι, τοῦ δὲ τρίτου καὶ δημιουργοῦντος τὰ ὅλα τὰς μονίμους προόδους καὶ τὰς τῶν αἰτίων ὅλων ποιήσεις καὶ συνοχὰς τὰς τε ἀφορισμένας ὅλας τοῖς εἴδεσιν αἰτίας καὶ τὰς προιοῦσας πάσας δημιουργίας καὶ τὰ ὅμοια τούτοις τεκμήρια κάλλιστα ἀναδιδάσκουσι. τὴν μὲν οὖν Ἰαμβλίχειον θεολογίαν ἀπὸ τούτων ἀξίον κρίνειν, ὁποία τίς ἐστι περὶ τοῦ δημιουργοῦ τῶν ὅλων· καὶ πῶς γὰρ ἂν ἦν ὅλον τὸ ἀεὶ ὃν ὁ δημιουργός, εἰπερ τὸ μὲν ἀεὶ ὃν ἤδη κατεδήσατο διὰ τῆς ὁρικῆς ἀποδόσεως, τὸν δὲ δημιουργὸν εὑρεῖν τε ἔχον εἶναι φησι καὶ εὑρόντα εἰς ἅπαντας ἀδύνατον λέγειν; πῶς γὰρ ταῦτα ἀληθεύσει περὶ τοῦ ὁρικῶς ἀποδοθέντος καὶ εἰς φῶς ἐξενεχθέντος πᾶσι τοῖς παρούσι; Θεόδωρος δὲ μετὰ τοῦτον τρεῖς μὲν Ἀμελίῳ συνεπόμενος εἶναι φησι δημιουργούς, τάττει δὲ αὐτοὺς οὐχ εὐθὺς μετὰ τὸ ἕν, ἀλλ’ ἐπίταδε τῶν νοητῶν τε καὶ νοερῶν θεῶν, ἀπο-καλεῖ δὲ τὸν μὲν οὐσιώδη νοῦν, τὸν δὲ νοερὰν οὐσίαν, τὸν δὲ πηγὴν ψυχῶν, καὶ τὸν μὲν ἀδιαίρετον, τὸν δὲ εἰς ὅλα διηρημένον, τὸν δὲ καὶ τὴν εἰς τὰ καθ’ ἕκαστα διαί-ρεσιν πεποιημένον. πάλιν οὖν καὶ πρὸς τοῦτον τὰ αὐτὰ ζητεῖν, ἃ καὶ πρὸς τὸν γενναῖον Ἀμέλιον, τρεῖς μὲν εἶναι θεοὺς τούτους ὁμολογούντων ἡμῶν ἢ τοὺς τούτοις ἀνάλογον, οὐ μέντοι καὶ τρεῖς δημιουργούς, ἀλλὰ τὸν μὲν ***νοητὸν τοῦ δημιουργοῦ, τὸν δὲ γεννητικὴν αὐτοῦ δύναμιν, τὸν δὲ ὄντως δημιουργικὸν νοῦν. ἐριστάνειν δὲ χρὴ καὶ εἰ τὴν πηγὴν τῶν ψυχῶν τρίτην τακτέον· τοῦ μέσου γὰρ ἡ δύνα-μις, ὡς καὶ αὐτὸς πού φησι. καὶ εἰ μερικῶς οὕτως ὀνομα-στέον, ἀλλὰ μὴ καθολικώτερον πηγὴν ζωῆς· ἡ γὰρ πηγὴ τῶν ψυχῶν μία τῶν ἐν αὐτῇ πηγῶν ἐστιν· ἐπεὶ καὶ τὸ ζῆν οὐχ ἐν ψυχαῖς μόνον οὐδὲ ἐν τοῖς ἐψυχωμένοις, ἀλλ’ ἐστι καὶ θεία ζωή καὶ νοερὰ πρὸ τῆς ψυχικῆς, ἣν ἐκεῖθεν