Ancient Greek
1.366.4
Proclus Phil., In Platonis Timaeum Commentaria 1.366.4
Unproofread scanNot analysed yet
Ζεὺς πρῶτος γένετο, Ζεὺς ὕστατος ἀργικέραυνος, Ζεὺς κεφαλὴ, Ζεὺς μέσσα, Διὸς τ’ ἐκ πάντα τέτυκται. Ζεὺς πυθμὴν γαίης τε καὶ οὐρανοῦ ἀστερόεντος, Ζεὺς βασιλεύς, Ζεὺς αὐτὸς ἀπάντων ἀρχιγένεθλος, ἐν κράτος, εἰς δαίμων γένετο, μέγας ἀρχὸς ἀπάντων, ἐν δὲ δέμας βασιλείον, ἐν ᾧ τάδε πάντα κυκλεῖται, πῦρ καὶ ὕδωρ καὶ γαῖα καὶ αἰθήρ, νὺξ τε καὶ ἡμαρ. τὰ τοίνυν ὅλα περιέχων ὁ Ζεὺς καὶ πάντα μοναδικῶς καὶ