Ancient Greek
1.370.2
Proclus Phil., In Platonis Timaeum Commentaria 1.370.2
Unproofread scanNot analysed yet
κοσμῆσεως δὲ τοῖς ἀκόσμοις, καὶ νῦν μὲν ἐλλάμπουσα ταῖς ψυχαῖς, ἕτε νοῦς οὖσα ὁλικός, ψυχὴν δὲ σώμασιν, ὡς τὴν αἰτίαν αὐτῆς ἔχουσα τε καὶ περιέχουσα, καὶ τὰ τοῦ ὄντος γένη τὰ τε μέσα καὶ ἔσχατα γεννώσα, ὡς τὸ ὑπ’ τοῦ δημι-ουργικοῦ ἐν ἑαυτῇ περιειληφυῖα. καὶ μὴν καὶ ἀπὸ τῶν ἐν Πρωταγόρᾳ [321 D] γεγραμμένων παρέστι συλλογίζεσθαι τὴν τοῦ δημιουργοῦ τάξιν ἥτις ἐστίν· ὁ γὰρ Ζεὺς καὶ ἐν ἐκείνοις τῆς ὅλης πολιτικῆς αἴτιος λέγεται καὶ τῶν κατ’ οὐσίαν ταῖς ψυχαῖς ἐνεσπαρμένων λόγων· τοῦτο δὲ ἐστὶ τὸ τὴν ὅλην δημιουργίαν ἀναδήσασθαι καὶ ταῖς ἀτρέπτοις ἑαυ-τοῦ δυνάμεσι τὰ πάντα συνέχειν· ὥσπερ γὰρ ὁ θεολόγος περὶ αὐτὸν ἵστησι τὴν Κορυφτικὴν τάξιν, οὕτω δὴ καὶ ὁ Πλάτων [l. c.] φυλακὰς φοβερὰς εἶναι φησὶ περὶ αὐτόν, καὶ ὡς ἐκεῖνος ἐπὶ τῆς τοῦ Ὀλύμπου κορυφῆς αὐτὸν ἰδρύει, F οὕτως καὶ οὗτος τὴν ἀκρόπολιν ἀνῆρκεν αὐτῷ, ἐν ᾧ διαι-ωνίως ἰδρυμένος διὰ τῶν μέσων τάξεων κοσμεῖ τὰ πάντα. τίς μὲν οὖν ὁ δημιουργός ἐστι καὶ ὅτι νοῦς θεῖος τῆς ὅλης ποιήσεως αἴτιος, εἰρήσθω διὰ τούτων, καὶ ὅπως ὑπὸ τε Ὀρφέως καὶ Πλάτωνος ὁ αὐτὸς ἀνυμνεῖται δημιουργὸς Ζεὺς, ἀπὸ τούτων ὑπεμνήσθω. πότερον δὲ πηγαῖον ἐροῦμεν εἶναι τοῦτον, ἢ ἀρχικόν, ἢ τινος ἄλλης τάξεως τὸν δημιουργόν, ἄξιον μὴ σιγῇ παρελθεῖν. δοκεῖ μὲν οὖν ὅσα τῷ τρίτῳ τῶν ἀρχικῶν ὁ θεουργὸς ἀνατίθησι, ταῦτα καὶ οὗτος τῷ κόσμῳ 97 διδόναι καὶ δημιουργεῖν μὲν τὸν οὐρανόν, κυρτῷ σχήματι περικλάσας, πηγνύναι δὲ πολὺν ὅμιλον ἀστέρων ἀπλανῶν, ζῷας δὲ πλανωμένων ὑφιστάνειν ἑπτά, καὶ γῆν ἐν μέσῳ τιθέναι καὶ ὕδωρ ἐν τοῖς κόλποις τῆς γῆς καὶ ἄερα ἄνωθεν τούτων. οὐ μὴν ἀλλ’ εἴπερ ἀκριβῶς σκοποῦμεν, τὸν μὲν τρί-