Ancient Greek
1.372.2
Proclus Phil., In Platonis Timaeum Commentaria 1.372.2
Unproofread scanNot analysed yet
ὁ Τίμαιος· καὶ γὰρ εἰ ἄριστός ἐστι τῶν αἰτίων, ὡς C αὐτὸς φησι [29 A], τίς μηχανὴ τάττειν αὐτὸν ἐν ταῖς δευτέραις τάξεσι τῶν δημιουργῶν; τὸ γὰρ ἄριστον ἐν δημιουργοῖς ὑπεροχὴς ἐστι σημαντικὸν ἀκροτάτης ἐν τῇ σειρᾷ τῇ δημιουργικῇ. πάσης δὲ σειρᾶς τὸ ἀκρότατον πηγαῖον ἐστιν, ὥστε ἀνάγκη πηγαῖον εἶναι τοῦτον τὸν δημιουργόν, ἀλλ’ οὐκ ἀρχικόν, τῶν ἀρχῶν δευτέρων οὐσῶν πανταχοῦ τῆς οἰκείας πηγῆς. διὸ καὶ τοὺς ἔγκοσμίους θεοὺς αὐτὸς ἀποτελεῖ δημιουργούς, ὡς πηγὴ τῶν ὧν δημιουργικῇ. πολλῶν δὲ ὄντων τῶν πηγαίων δημιουργῶν, ποῖ χοροῦ τοῦτον τάξομεν μείζονος δεῖται ἐπιβλέψεως· τοσοῦτον δ’ οὖν ἀπὸ τῶν εἰρημένων δῆλον, ἐν ποίᾳ θεῶν τάξει δεῖ ζητεῖν αὐτόν, ἀφ’ ὧν δῆλον λοιπὸν καὶ τίνα τρόπον εὑρεῖν τε ἔργον αὐτὸν καὶ εὑρόντα εἰς ἀπαντας λέγειν, καὶ ὅπως ποιητῆς ἐστι καὶ πατήρ, καὶ τί τὸ ποιητικόν, καὶ ὡς οὐχ οἷον ἔνιοι φασί, τὸ μὲν τῶν ἀψύχων ποιητικόν, τὸ δὲ τῶν ἐμψύχων πατρικόν· πάντων γὰρ ὁ αὐτὸς ἐστι ποιητὴς καὶ πατήρ· καὶ γὰρ τῶν ἔργων λέγεται πατήρ, ὡς ἐν τῇ δημι-ουργίᾳ φησίν [41A], ἀλλ’ ὡς καὶ τῆς ἐνώσεως καὶ τῆς D οὐσίας αἴτιος ὧν καὶ τῆς ὑποστάσεως καὶ τῆς προνοίας τῶν ὑποστάτων χρησμός.