Ancient Greek
1.372.6
Proclus Phil., In Platonis Timaeum Commentaria 1.372.6
Unproofread scanNot analysed yet
17s καὶ πατὴρ om C 18s δημιουργία C: im δημιουργία C¹ ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Β [Tim. 28C 29A] πατρικόν —τοῦτο δὲ ἐστὶ νοερὸν ἀμέθεκτον ὁλικόν —ἐπὶ τὸ τρίτον μέτεισι νῦν, τὸ παράδειγμα τοῦ παντὸς ἐπιζητῶν ὁποῖόν ἐστι, πότερον γεννητὸν ἢ αἰώνιον· κατεῖδε γάρ, ὅτι πᾶς δημιουργὸς ἢ ἐξωθεν λαμβάνει τὸ παράδειγμα ὅν δημιουργεῖ, ἢ αὐτὸς αὐτὸ τίκτει ἀφ’ ἑαυτοῦ· ὥσπερ καὶ τῶν ἐνταῦθα δημιουργῶν οἱ μὲν ἄλλα μιμήσασθαι ἀκριβῶς δύνανται, οἱ δὲ αὐτοὶ δύναμιν ἀναπλαστικὴν ἔχουσι μορφωμάτων θαυμαστῶν ἔργων ἀναγκαίων πρὸς τὰς χρείας, ὡς ὁ πρῶτος νῦν ποιήσας τὸ παράδειγμα τῆς νεὼς ἐν ἑαυτῷ E ἀνέπλασε φανταστικῶς. ἐπὶ τοίνυν κἀκεῖνο συνειδεν, ὅτι πᾶν τὸ τεταγμένως ποιοῦν σκοπὸν ἔχει καὶ μέτρον τοῦ ποιήματος· εἰ γὰρ μή, καὶ ἐν τῷ ποιεῖν πλανήσεται, καὶ ἐὰν εἰς τὸ τέλος ἐλθῇ, οὐκ εἴσεται· πόθεν γάρ, εἰ τοῦτο τέλος ἐστί; μήποτε γὰρ ἐλλείπει τι ἢ πλεονάζει, καὶ δεῖ ἀφελεῖν ἢ προσθεῖναι· διὰ γὰρ τοῦτο καὶ τὰ σώματα ἀλόγως ποιεῖ καὶ ἀνόητως, ὅτι οὐδὲν ἔχει μέτρον οὐδὲ αἰτίαν τοῦ ποιουμένου· δεῖ γὰρ ἄχρι τοσοῦτον θερμανθῆναι τὸ φάρμακον· ἀλλ’ ἐὰν μὴ παρῇ τέχνη καὶ νοῦς ἰατρικὸς ἀφορίζων τὸ μέτρον τῷ πυρὶ τῆς ἐνεργείας, πλεῖον ἢ ἄτερον ἀπεργάζεται τὸ πῦρ καὶ φθείρει τὸ ὅλον, ᾧ συντελεῖν ἔμελλε πρὸς τὴν γένεσιν· οὐ γὰρ εἶχε τοῦ γιγνομένου τὸ εἶδος. πᾶν ἄρα τὸ ποιοῦν ἔχειν δεῖ τοῦ ποιουμένου τὸν λόγον, εἰ μέλλοι τεταγμένως ποιῆσειν. ταῦτ’ οὖν κατιδὼν ὁ Πλάτων ἅμα τῇ ποιητικῇ αἰτίᾳ ἀπολείπειν ἔθετο καὶ παράδειγμα τοῦ παντός, ὥσπερ καὶ Ἀριστοτέλης τῷ τὸ παράδειγμα ἀνελεῖν συνανεῖλε καὶ τὸ ποιοῦν. θέμενος δ’ οὖν ὁ Πλάτων εἶναι παράδειγμα ζητεῖ F διὰ τούτων, ὁποῖον τὸ παράδειγμα, καὶ τοῖς εἰρημένοις ἀνωτέρω διωρισμοῖς χρῶμενος δι’ ἐκείνων τῶν ὑποθέσεων τῶν τριῶν εὑρίσκει τὸ ζητούμενον. καὶ πῶς μὲν αὐτὸς ποιήσεται τὴν εὑρεσιν καὶ δι’ οἷας ἀποδείξεως, θεασόμεθα μικρὸν ὕστερον [p. 328 ss]. ἡμῖν δὲ πρῶτον αὐτὸ τοῦτο δεῖκτέον, ὅτι