Ancient Greek
1.378.9
Proclus Phil., In Platonis Timaeum Commentaria 1.378.9
Unproofread scanNot analysed yet
πάντα τάδε κρύφας ἀδύτις φάος ἐς πολυγηθέες ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Β [Tim. 28C 29A] πλημμελὲς ὅπως οὐ δεῖ λέγειν, ὡς Ἀττικὸς καὶ Πλούταρχος ὡήθησαν, ἀγέννητον· εἰ γὰρ μηδὲν ἦν πρὶν οὐρανοῦ γένηται γεννητόν, γελοῖον ἦν ζητεῖν, εἴ πρὸς ἀεὶ ὂν ἢ γεννητὸν ὁ κόσμος γεγέννηται. ἀλλὰ μὴν τοῦτο ζητεῖ νῦν. ἦν ἄρα καὶ πρὸ τοῦ κόσμου τι γεννητόν. καὶ ἐπειδή οὐ τὸ ἀεὶ ὂν οὐδὲ ἡ χώρα, τρία δὲ ἦν καὶ πρὶν οὐρανὸν γενέσθαι, ὂν καὶ χώρα καὶ γένεσις δῆλον, ὅτι τοιούτου ἦν ἐκεῖνο τὸ θρυλλούμενον, τὸ πλημμελές. γιγνόμενον οὖν οὐ τὸ πᾶν μόνον, ἀλλὰ καὶ αὐτὸ τὸ πλημμελῶς καὶ ἀτάκτως κινούμενον, ὥσπερ εἴπομεν καὶ πρότερον [p. 284, 23]. ἔστιν οὖν ἔχων ὁ κόσμος τοῦτο μὲν τὸ πλημμελὲς ὡς ὕλην, τὸ δὲ νοητὸν ὡς κρείττον προϋπἄρχον. πότερον ὁμοιοῦται πρὸς τὸ ἐν ἑαυτῷ ὅλικόν ἢ πρὸς τὸ κατ’ οὐσίαν θεώτερον; μέσος γὰρ ὂν ἀμφοῖν θατέρῳ τῶν ἄκρων ἐξ ἀνάγκης ὁμοιοῦται· ὑπόκειται γὰρ ὁ δημιουργὸς κἀκεῖνο παραλαβὼν καὶ τὸ αὐτοξῶον ὁρῶν· ὥστε εἰκότως ζητεῖ, ποτέρῳ τὸ πᾶν ὁμοιοῖ, τῷ ὅπερ ἔλαβεν, ἢ τῷ ὁ καθόρα. τούτοις οὖν ἀκόλουθον καὶ τὸ ἐξῆς, ὅτι καλὸς ὂν πρὸς τὸ νοητὸν ἀπεικάζεται καὶ οὐ πρὸς τὸ πλημμελῶς καὶ ἀτάκτως κινούμενον· τὸ γὰρ πρὸς τοῦτο εἰκασμένον [τοῦτο] αἰσχρόν. ἤδη δὲ τινες τῶν ἐξηγητῶν λέγουσιν οὐ περὶ τοῦ δημιουργοῦ τὸν Πλάτωνα ζητεῖν, πρὸς ποῖον ἐποίησε τῶν παραδειγμάτων, ἀλλὰ περὶ ἡμῶν λέγειν τῶν εἰδότων, ὅτι τὰ παραδείγματα διπλά, πρὸς πότερον τὸ πᾶν γεγονέναι φήσομεν. καὶ ἔχει τρόπον τινὰ καὶ τοῦτο λόγον· ἡμᾶς γὰρ εἶναι τοὺς εἰς ἄμφω βλέποντας, ἀλλ’ οὐ τὸν δημιουργόν· οὐ γὰρ θέμις αὐτῷ πρὸς τὸ χεῖρον βλέπειν, ἡμεῖς δὲ ὁρῶντες τὰ τε πρὸ αὐτοῦ καὶ τὰ μετ’ αὐτὸν ἑαυτοὺς ἐπανερωτῶμεν, ἐν τισὶν αὐτοῦ τὸ παράδειγμα τιθέναι προσήκει. ἄλλοι δὲ φασίν, ὅτι τῆς τελείας ἕνεκα διακρίσεως προἔτεινε καὶ τὸ γεννητόν, ἵνα μὴ προαφράξειν δοκῇ τὸ ζητουμένον, ὅτι αἰδίον τὸ παράδειγμα τὸ κοσμικόν· ὑποθέμενος