Ancient Greek
1.381.3
Proclus Phil., In Platonis Timaeum Commentaria 1.381.3
Unproofread scanNot analysed yet
Πρῶτον τὴν λογικὴν ἔφοδον τοῦ Πλάτωνος κατανοή-σωμεν ὡς ἀποδεικτικῶς προεληλύθεν· ἐκ μὲν τῶν ὑπο-θέσεων εἶχε διπλὰ ταῦτα ἀξιώματα κείμενα· τὸ πρὸς αἰδίον παράδειγμα γενοὺς καλόν· τὸ πρὸς γενητὸν γενοὺς οὐ κα-λόν· τοῦτοις δὲ ἀντιστρέφοντά ἐστι· τὸ καλὸν πρὸς αἰδίον παράδειγμα γέγονε· τὸ μὴ καλὸν οὐ πρὸς αἰδίον παράδειγμα· ἐὰν γὰρ τῷ ἀντικειμένῳ τοῦ ἡγουμένου ἐπῆται τὸ ἀντικεί-μενον τοῦ ἐπομένου, ταῦτά τε ἀντιστρέφει πρὸς ἄλληλα καὶ C τὸ ἐξ ἀρχῆς, ὡς δεῖκνυται διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς· εἰ γὰρ τὸ καλὸν πρὸς γενητὸν εἴη γενοὺς, τὸ πρὸς γενη-τὸν γενοὺς οὐ καλὸν διὰ θάτερον τῶν ἀξιωμάτων, ἔσται τὸ καλὸν οὐ καλόν· καὶ αὐ ὅτι μὴ καλὸν πρὸς γέννητον παρά-δειγμα —γέγονε γὰρ πρὸς αἰώνιον —καλὸν ἔσται τὸ μὴ