Ancient Greek
1.391.3
Proclus Phil., In Platonis Timaeum Commentaria 1.391.3
Unproofread scanNot analysed yet
ἣν καλὰς ἀρχὰς λάβῃ, καλῶς τελευτᾶν μεσοῦν φιλεῖ βροτοῖς. 15 καὶ μέντοι καὶ ὁ Ἀθηναῖος ξένος [leg. VI 775 E] διὰ τοῦτο θεὸν τὴν ἀρχὴν ἀποκαλεῖ, ἐὰν τύχῃ τοῦ φρέποντος· C ἀρχὴ γάρ, φησί, θεὸς ἐν ἀνθρώποις ἰδρυμένη πάντα ὀρθὰ ποιεῖ, ἐὰν μοῖρας τῆς προσηκούσης τύχῃ. ἀλλὰ τί τὸ κατὰ φύσιν; ἢ τὸ μιμούμενον τὴν τῶν πραγμάτων 20 φύσιν, ἢ τὸ πᾶν τὸ ὀφειλόμενον ἀπειληφός, ἢ τὸ ἐκ τῶν κατ᾽ οὐσίαν πρῶτον προϊόν· ἀρχὴ γὰρ καὶ τὸ ἔσχατον ὡς πρὸς ἡμᾶς, ἀλλ᾽ οὐ πρὸς τὴν φύσιν· οἰκεῖον δὲ καὶ τοῦτο αὐτὸ τοῖς προκειμένοις τὸ κατὰ φύσιν, ἐν οἷς ὁ περὶ τῆς ὅλης φύσεως γίνεται λόγος καὶ τῶν ἔργων τῆς φύσεως, καὶ 25 τῇ ἀρχῇ τῶν προκειμένων λόγων. ἐστιν οὖν ἀρχὴ κατὰ φύσιν τοῦ μὲν παντὸς ἡ τελικὴ αἰτία, τῶν δὲ ἀποδείξεων αἱ ὑποθέσεις, τῶν δὲ λόγων ὁ διορισμὸς περὶ τοῦ εἴδους τῆς διδασκαλίας, εἴτε ἀφαρίαν αὐτὴν καὶ ἀμετάπτωτον καὶ ἀπη-