Ancient Greek
1.396.3
Proclus Phil., In Platonis Timaeum Commentaria 1.396.3
Unproofread scanNot analysed yet
Τοὺς δὲ τοῦ πρὸς μὲν ἐκεῖνο ἀπεικασθέντος, ὄντος δὲ εἰκόνος εἰκότας [29 C]. Ὅτι μὲν ὁ περὶ τῶν γεννητῶν λόγος περὶ εἰκόνων ἐστίν, Ε καὶ ὅτι διὰ τοῦτο καὶ αὐτὸν εἰκότα προσηκτέον, καταφανές. ἴσως δὲ ζητήσειεν ἂν τις, τίνας λόγους ἀποδοτέον λοιπὸν τοῖς μὴ πρὸς τὸ νοητὸν μὲν εἰκασμένοις, οὕσι δὲ ὅμως ἐν τῷ παντί, οἷα δή φαμεν εἶναι τὰ τε εἰκαστὰ καὶ ὅσα τεχνητά. ἢ καὶ τούτοις οἱ εἰκαστικοὶ λόγοι προσήκουνσιν, ἄλλοι τῶν εἰκότων ὄντες· ἄλλο γὰρ τὸ εἰκάζειν· ἀμυδρότερον γὰρ τοῦτο καὶ τῆς αἰσθήσεως· ἄλλο τὸ ἐοικέναι· τοῖς γὰρ λόγοις προσήκει τοῦτο τοῖς τῶν εἰκόνων τοῦ ὄντος ἐξηγηταῖς. καὶ τὰ τεχνητὰ οὖν καὶ τὰ εἰκαστὰ διὰ τῶν εἰκαστικῶν ἐρμηνεύεται λόγων. εἰ μὴ ἄρα τοῖς μὲν ὄντως εἰκαστοῖς, ὅπερ εἴπομεν, ἄλλους τοιούτους, τῶν δὲ τεχνητῶν τοῖς μὲν πρώτοις ἀπὸ τῶν