Ancient Greek
1.400.1
Proclus Phil., In Platonis Timaeum Commentaria 1.400.1
Unproofread scanNot analysed yet
ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Β [Tim. 29 C] αὐτοῦ, δυνατὸν μόνως· ὡς δὲ αἰσθητὸν δύσληπτόν ἐστι καὶ δυσθεώρητον. ταῦτα μὲν οὖν περὶ τούτων. ἀπορήσει δ’ ἂν τις, πῶς ἐπὶ τὸν δημιουργὸν εὑρεῖν ἔργον ἂν φήσειέ τις καὶ εὑρόντας εἰς πάντας ἀδύνατον λέγειν 5 [28 C], ὅπου γε περὶ τοῦ παραδείγματος μονίμους καὶ ἀμεταστάτους καὶ ἀνελέγκτους ἀποδιδόναι λόγους οἷοι τέ ἐσμεν. ἢ τὸ μὲν περὶ τοῦ δημιουργοῦ ὡςθὲν ἐφαρμόσει πολλῷ μᾶλλον καὶ αὐτῷ τῷ παραδείγματι· μειζόνως γὰρ ἐκεῖνο καὶ εὑρεῖν ἔργον καὶ εὑρόντα λέγειν εἰς ἅπαντας· οὔτε δὲ περὶ 10 τοῦ δημιουργοῦ τοὺς μετ’ ἐπιστήμης ἀπεγίνωσκε γίνεσθαι λόγους οὔτε περὶ ἄλλου τῶν τῶν ἀεί ὡσόντως ἔχοντων. καὶ τίνα γὰρ ἂν ὁ Πλάτων διαφέροι τῶν ἄλλων φυσιολόγων ἢ τὴν περὶ τῶν θείων ἐπιστήμην ἐπιδεικνύμενος; εἰ δὲ διαφερόντως ἐπὶ τῆς δημιουργικῆς αἰτίας τοῦτο ὑπέμνησεν 15 ἡμᾶς, ὅτι ἔργον αὐτὴν εὑρεῖν, οὐ χρὴ θαυμάζειν. ἐγίνωσκε γὰρ, οἶμαι, τοὺς ἄλλους φυσιολόγους τὴν ποιητικὴν αἰτίαν εἰς φυσικὰς δυνάμεις ἀνάγοντας. ἵνα οὖν μὴ ταὐτὸν ἐκεῖνοις πάθωμεν, δυσεύρετον καὶ δύσγνωστον ἀποφαίνεται εἶναι τὴν δημιουργικὴν ἀρχήν. ταῦτα καὶ πρὸς τὴν ἀπορίαν. 20 ἀλήθειαν δὲ πολλαχοῦ τῶν ὄντων ὑποτίθεται ὁ Πλάτων, τοῖς θεολόγοις ἐπόμενος· ἄλλη γὰρ ἡ ἐνοειδὴς ἀλήθεια, τὸ ἐκ τἀγαθοῦ προιοῦν φῶς, ὁ καὶ τὴν καθαρότητα, ὡς ἐν Φιλήβῳ [55 C 58 D] λέγει, καὶ τὴν ἔνωσιν ἐν Πολιτείᾳ [VI 508 E 509 B] παρέχεται τοῖς νοητοῖς· ἄλλη ἡ ἀπὸ τῶν 25 νοητῶν, ἡ καταλάμπουσα τὰς νοερὰς διακοσμήσεις, ἣν ὑποδέχεται πρῶτως ἡ ἀσχημάτιστος καὶ ἀχρώματος καὶ ἀναφῆς οὐσία [Phaedr. 247 C], οὗ δὴ καὶ τὸ τῆς ἀληθείας ἐστὶ πεδίον, ὡς ἐν Φαίδρῳ [248 B] γέγραπται· ἄλλη ἡ συμφυὴς ταῖς ψυχαῖς, ἡ διὰ νοήσεως ἐφαπτομένη 30 τοῦ ὄντος καὶ δι’ ἐπιστήμης συνοῦσα τοῖς ἐπιστητοῖς· τρίτον