Ancient Greek
1.401.1
Proclus Phil., In Platonis Timaeum Commentaria 1.401.1
Unproofread scanNot analysed yet
ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Β [Tim. 29 C] γὰρ ὡς ἐν πλάτει λέγειν τὸ ψυχικὸν φῶς ἀπὸ τοῦ νοητοῦ, τοῦ μὲν νοεροῦ πλάτους ἀπὸ τοῦ νοητοῦ πληρουμένου, τοῦ δὲ αὐ ψυχικοῦ παρὰ τοῦ νοεροῦ. ταύτην οὖν τὴν ἐν ψυχαῖς ἀλήθειαν ληπτέον καὶ νῦν, ἐπεὶ καὶ πίστιν ταύτην 106 ἐλαμβάνομεν, ἀλλ’ οὐ τὴν ἄλογον καὶ ἀπειρημένην πάσης λογικῆς ἐπιστάσεως, καὶ συναπτέον τὴν μὲν τοῖς νοητοῖς, τὴν δὲ τοῖς αἰσθητοῖς.