Ancient Greek
1.419.3
Proclus Phil., In Platonis Timaeum Commentaria 1.419.3
Unproofread scanNot analysed yet
D ὅτι ἐν τούτοις τὸ ἀγαθόν, ἐν οἷς φησιν [30 A], ὅτι εἰς τάξιν ἤγε τὸ ἄτακτον ὁ θεὸς διὰ τὴν βούλησιν τῆς μετα-δόσεως τῶν ἀγαθῶν. ἐκ δὲ τούτων ἁπάντων συνελεῖν φάδιον, 20 ὅτι καὶ ὁ δημιουργὸς αἰωνίως ποιεῖ, καὶ ὁ κόσμος ἀείδιός ἐστι κατὰ τὴν εἰς ἕπαντα τὸν χρόνον ἐκτεινομένην ἀυδιό-τητα, καὶ ὡς ἀεὶ γίγνεται τεταγμένος καὶ ὡς ἀφθαρτος οὐκ ἐστιν ἀεὶ, γίνεται δὲ ἀεὶ ἀγαθυνόμενος, ἀλλ’ οὐκ αὐτόθεν ἀγαθὸς ὢν, ὡς ὁ γεννήσας αὐτὸν πατήρ· πάντα γὰρ ἐν 25 αὐτῷ γινομένως ἐστίν, ἀλλ’ οὐκ ὡντως ὡς ἐν τοῖς αἰω-νίοις. φέρε γάρ, εἰ γεννητὸν τὸ πᾶν, πότερον παρὰ τὸν δημιουργόν —καὶ πρότερον οὐκ ἦν —ἢ παρὰ τὴν ὑποκει-μένην φύσιν ἄτακτον οὖσαν; εἰ μὲν δὴ παρὰ τὸν δημιουργόν, πότερον ὅτι καὶ αὐτὸς οὐκ ἦν αἰωνίως; ἢ τοῦτο μὲν οὐδὲ 30 θέμις εἰπεῖν καὶ ἄλλως μάταιον· καὶ γὰρ περὶ αὐτοῦ ὁ αὐ-τὸς τῆς ἐρωτήσεως τρόπος, καὶ ἤτοι πάντα γενητὰ ποιήσομεν,