Ancient Greek
1.424.1
Proclus Phil., In Platonis Timaeum Commentaria 1.424.1
Unproofread scanNot analysed yet
ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Β [Tim. 80 A] ἦν κομμάτιον τὸ ἀγαθὸς ἦν, διὰ τοῦτο τὸ δεύτερον ἤρχετο F μὲν ἀπὸ τοῦ ἀγαθοῦ, προῆλθε δὲ ἄχρι τῆς βουλήσεως τοῦ πατρός. τὸ δὲ γε τρίτον ἀπὸ τῆς βουλήσεως ἀφένμενον τὴν ὅλην παραδίδωσι πρόνοιαν· εἰ γὰρ ἀγαθὸς ἦν, ἤβουλετο πάντα ἀγαθὰ ποιεῖν, εἰ δὲ ἤβουλετο, καὶ ἐποίει καὶ εἰς τάξιν ἤγε τὸ πᾶν· ἐξήρηται γὰρ ἡ μὲν πρόνοια τῆς βουλήσεως, ἡ δὲ βούλησις τῆς ἀγαθότητος. περὶ μὲν οὖν τῆς τάξεως καὶ τῆς συνεχείας τῶν λόγων τοσαῦτα εἰρήσθω. Τὴν δὲ βούλησιν αὐτὴν τί ποτὲ ἐστι κατιδῶμεν, ἵνα καὶ ὅπως συνῆπται πρὸς τὴν ἀγαθότητα νοήσωμεν. ἡ τοίνυν τῶν θεῶν ὑπερούσιος ἔνωσις, αὕτη καθ’ ἑαυτὴν ἐξηρημένη τῶν ὄντων, ἐστι μὲν μία καὶ ἄρρητος καὶ ἀπεριόριστος, αὐτῷ τῷ ἐνὶ τὸ ἀπερίγραφον ἔχουσα καὶ ἀπερίληπτον. εἰ δ’ οὖν καὶ ἐν αὐτῇ χρὴ θεωρεῖν ἀπὸ τῶν ἐξημμένων τὴν ἑνοεῖδῃ τριάδα, προηγείται μὲν ἡ ἀγαθότης ἐπ’ αὐτῆς, δευτέρα δὲ ἐστιν ἡ βούλησις, τρίτη δὲ ἡ πρόνοια, τῆς μὲν ἀγαθοτητος τὸ τέλειον καὶ ἰκανὸν καὶ ἐφετὸν ποιούσης, τῆς δὲ βουλήσεως τὸ ὑπερπλήρες τὸ ἔκτενές τὸ γεννητικὸν ἐπιδεικνυμένης, τῆς δὲ προνοίας τὸ δραστήριον τὸ τελειουργὸν καὶ ἄχραντον παρεχομένης. κατὰ δὴ τὴν ἄρρητον ταύτην καὶ ἠνωμένην τῆς τριάδος ὑπαρξιν καὶ τὸ νοητὸν διήρηται τριχῇ, τῇ τε οὐσίᾳ καὶ τῇ δυνάμει καὶ τῇ ἐνεργείᾳ, τῆς μὲν οὐσίας ἐν ἑαυτῇ μονίμως ἡδρασμένης καὶ αὐτοτελοῦς οὖσης, τῆς δὲ δυνάμεως ἀνέκλειπτον καὶ ἄπειρον πρόοδον ἔχούσης, τῆς δὲ ἐνεργείας τελειότητα καὶ οὐσιώδη ποίησιν λαχούσης· καὶ αὐτὸ δὲ νοῦς κατὰ τὸν αὐτὸν λόγον τριχῇ, τῷ ὄντι τῇ ζωῇ τῷ νοερώ· τὸ μὲν γὰρ τοῦ εἶναι χορηγόν, τὸ δὲ τοῦ ζῆν, τὸ δὲ τοῦ γινώσκειν· καὶ ἐπὶ τούτοις ἡ ψυχή, τῷ ἐπιστητῷ τῇ ἐπιστήμῃ τῷ ἐπιστημονικῷ· τὸ μὲν γὰρ ἐστι γνωστόν, ἡ δὲ γνώσις, τὸ δὲ ἀποπληρωτικὸν ἀμφοῖν. τεττάρων δὴ τούτων τριάδων οὐσῶν ἀναλόγόν ἐστιν ὡς ἡ ἀγαθότης πρὸς τὴν