Ancient Greek
1.428.2
Proclus Phil., In Platonis Timaeum Commentaria 1.428.2
Unproofread scanNot analysed yet
τὴν τε τοῦ θεοῦ καὶ τὴν τῶν δεχομένων· διττὴ γὰρ ἡ δύναμις, ἡ μὲν τοῦ θεοῦ καὶ τὴν πολυάρατον κακίαν ἀγαθύνουσα, ἡ δὲ τῶν δεχομένων μέτρῳ τῆς ἑαυτῶν τάξεως τῆς ἀγαθότητος τοῦ δημιουργοῦ μεταλαβόντων. τῷ ἄρα δη- 5μιουργῷ βουλομένῳ μηδὲν εἶναι κακὸν οὐδὲν ἔστι κακόν. εἰ δὲ τινες αὐτὸν αἰτιάσονται, διότι τὰ μερικὰ ὑπέστησεν, ὡς τῶν κακῶν αἴτιον, ἀναιροῦσι τὴν κοσμοποιίαν, ἀνατρέπονσι τὴν γνῶμον τῶν ὅλων δύναμιν, συγχέουσι εἰς ταὐτὸν τὴν τε τῶν πρώτων καὶ τῶν ἐσχάτων φύσιν. ὅτι δὲ 10ταῦτα τῷ Πλάτωνι δοκοῦντα λέγομεν, ἁδίων ἐκ τῶν γεγραμμένων σκοπεῖν· ἐν μὲν γὰρ τῷ Πολιτικῷ [273BC] διαφρήδην φησί· παρὰ μὲν γὰρ τοῦ ποιήσαντος πάντα καλὰ κέκτηται, παρὰ δὲ τῆς ἐμπροσθεν ἕξεως ὧσα ἄδικα καὶ χαλεπὰ ἐν οὐρανῷ γίγνεται. διότι γὰρ γένεσίς ἐστι 15καὶ φθορά, καὶ τὸ παρὰ φύσιν ἔχει παρφυόστασιν, καὶ διότι τὸ τῆς ὕλης ἀίσχος ἀναπλήρησι τὰς μερικὰς ψυχὰς ἀσημοσύνης διὰ τῆς περὶ αὐτὴν διατριβῆς, διὰ τοῦτο καὶ τὸ παράλογον λαγχάνει τινὰ παρφυόστασιν. πάντα δὲ ὅμως καὶ ταῦτα γίνεται καλὰ διὰ τὴν ἀγαθότητα τοῦ πεποιηκότος τὸ 20πᾶν. ἐν δὲ τῇ Πολιτείᾳ [Π 379C]· καὶ τῶν μὲν ἀγαθῶν οὐδὲν ἄλλο αἰτιατέον ἢ τὸν θεόν, τῶν δὲ κακῶν ἄλλα ἃττα δεῖ ζητεῖν αἴτια. δι’ ὧν καὶ ὅτι τὰ κακὰ θεόθεν οὐκ ἔστι, δεδήλωκεν —οὐ γὰρ πυρός, φασί, τὸ ψύχειν οὐδὲ χιόνος τὸ θερμαίνειν οὐδὲ τοῦ παναγαθοῦ τὸ 25κακῶνειν —καὶ ὅτι μερικὰ αὐτῶν αἴτια θετέον καὶ ταῦτα ἄοριστα· οὐ γὰρ ὥσπερ ἐν τοῖς ἀγαθοῖς προηγείται τὸ ἐν τοῦ πλήθους καὶ τὸ πρῶτως ἀγαθόν, οὕτω καὶ ἐν τοῖς κακοῖς, διὰ τὴν ἄοριστον τῆς κακίας χύσιν. τὸ οὖν ἄλλα καὶ τὸ ἃττα τὸ τε μερικὸν καὶ τὸ ἄοριστον ἐμφαίνει τῶν