Ancient Greek
1.431.2
Proclus Phil., In Platonis Timaeum Commentaria 1.431.2
Unproofread scanNot analysed yet
ὅσα μερικά τέ ἐστι καὶ αὐτοκινήτως ἐνεργοῦντα μέχρι τῶν αἱρέσεων ἵστησι τὴν μοχθηρίαν· ὅτι μὲν γὰρ καὶ ταῦτα δίκας δίδωσι τῆς ἐννοίας μόνης, ἐξώ λέγειν· καὶ γὰρ φαντασίας ψυχῆς καὶ ὀρμῆς καὶ βουλῆς, ὥσπερ εἴρηται, ποινή τις ἐστίν· ἐνδοθεν γὰρ ἡμᾶς οἱ θεοὶ κυβερνῶσι, καὶ ὥσπερ τὰς ἀγαθοειδεῖς αἱρέσεις γεραίρουσιν, οὕτω δὴ καὶ τὰς ἐναν- B τίας κολάζουσι· πῶς δ’ ἂν καὶ ἡ αἵρεσις αὕτη τὸ κατὰ δίκην ἔχοι καὶ θεόν; ἢ διότι καὶ τοιαύτην οὐσίαν ἔδει καὶ τοιαύτην εἶναι δύναμιν ἀμφίβολον καὶ ἕξεσσαν ἐπὶ διαφόρους ζωάς. εἰ οὖν τὸ κύριον αἱρέσεως θεόθεν, καὶ ἡ αἵρεσις θεόθεν, εἰ δὲ τοῦτο, καὶ ἀγαθόν· καὶ γὰρ ἐλομένη μόνον ἡ ψυχὴ πρὸς ἄλλην καὶ ἄλλην μεθίσταται τάξιν· πᾶσα γὰρ αἵρεσις ἢ ἀνάγει τὴν ψυχὴν ἢ καθέλκει· εἰ μὲν οὖν ἀπὸ ψυχῆς ἡ αἵρεσις, κακόν, εἰ δὲ εἰς τὴν οἰκεῖαν τάξιν μεθίστησι τὸ ἐλόμενον, κατὰ δίκην ἐστὶ καὶ ἀγαθόν· αὕτη γὰρ ἡ αἵρεσις ἐπάγει τῷ ἐλομένῳ τὴν δίκην [τῷ εἶναι μᾶλλον ἢ αἵρεσις], μᾶλλον δὲ ἡ ἐν αὐτῷ γίνεται δίκη, τῶν ἀγαθῶν ἀποστήσασα τὴν ψυχήν· ὡς γὰρ ἡ ἀγαθοειδὴς αἵρεσις ἑαυτῆς γίνεται καρπός, οὕτως ἡ μοχθηρὰ ἑαυτῆς ποινή· τοῦτο γὰρ οὖν ἴδιόν ἐστι τῶν αὐτοκινήτων δυνάμεων. οὐδὲν ἄρα τῶν κακῶν ἐστιν, ὁ μὴ καὶ ἀγαθόν πῶς ἐστιν, ἀλλὰ πάντα μετέχει προνοίας. εἰ δὲ θαυμάζουσί τινες, δι’ ἣν αἰτίαν παρήκται τὴν ἀρχήν, κακοποιῶν αἴτιον ,καὶ εἰ μηδὲν εἴη τοῦτο τῶν ὅλων, ἀλλὰ μερικόν, ὀφτέον πρὸς αὐτούς, ὅτι τῶν ὄντων ἡ πρόοδος συνεχὴς ἐστι καὶ C οὐδὲν ἐν τοῖς οὖσιν ἀπολείπεται κενόν. πότερον οὖν τὴν αὐτοκίνητον πᾶσαν ἔδει μὴ εἶναι ζωήν; ἀλλὰ πολλὰ καὶ τῶν θείων οὕτως ἀναιρήσομεν. ἀλλὰ τὰ μὲν ὅλα τῶν αὐτοκινήτῶν εἶναι, τὰ δὲ μέρη μὴ εἶναι; καὶ πῶς δυνατόν εἶναι ὁλότητα τῶν οἰκείων μερῶν ἐστερημένην; πῶς δὲ ἡ συνέχεια