Ancient Greek
1.433.2
Proclus Phil., In Platonis Timaeum Commentaria 1.433.2
Unproofread scanNot analysed yet
Ε πάντα ἀγαθὰ ποιῶν· ἐπέκρυψε γὰρ καὶ τὸ κακὸν τῇ χρήσει τοῦ ἀγαθοῦ. καὶ εἰ βούλει φυσικῶς ἐπιχειρεῖν, γίνεται τὸ κακὸν <καθὸ κακόν> καθ’ αὐτὸ μὲν ἐκ τῆς μερικῆς ψυχῆς, κατὰ συμβεβηκὸς δὲ ἐκ τοῦ θεοῦ, [καθὸ κακόν], εἴπερ καὶ τοῦτό τις συγχωρήσειεν, ὅτι δὴ τὴν ψυχὴν ἐκεῖνος ὑπέστησεν· ἡ δὲ τὸ ἀγαθόν, καθ’ αὐτὸ μὲν ἀπὸ τῆς θείας αἰτίας, κατὰ συμβεβηκὸς δὲ ἐκ τῆς ψυχῆς· ὡς γὰρ κατὰ δίχην γιγνόμενον ἔχει τὸ ἀγαθόν. ἐπὶ τὴν τιμωρίαν αὐτὴν ὁ Πλάτων ἐν Νόμοις [V 728 C?] διώρισεν ἥτις ἐστίν, ὅτι δοκεῖ μὲν ἐπιτρέπειν τὸ πάσχειν, ἔοικε δὲ ταῖς ἀναστομώσεσι τῶν ἑλκῶν· καὶ τὸ μὴ δυνάμενον ἰάσθαι χωρὶς τῆς τοιαύτης πράξεως ἐπ’ αὐτὴν προκαλεῖται, ὅπως ἂν ὀδίνος ἀπαλλαγείσα ἡ ψυχὴ καὶ τῆς περὶ τὸ αἰσχρὸν πτοίας ἐν μεταμελείᾳ τε γενομένη τῶν ἑαυτῆς κακῶν εἰς ἀοχὴν καταστῇ τῆς καθάρσεως· αἱ γὰρ αἰσχραὶ καὶ ἄδικοι πράξεις ἐπιζώμεναι μὲν εἰσὶν ἐφάσμοι τοῖς ἐμπλήκτοις, γενομέναι δὲ μεταμελείας ἀναπιμπλάσι τοὺς ἐργασαμένους, καὶ μελετώμεναι μὲν ὑπουλοὺν ποιοῦσι τὴν ψυχὴν, εἰς ἐνέργειαν δὲ προελθοῦσαι τὴν μὲν ἑαυτῶν ἀπελέγχουσι ἀσθένειαν, τὴν δὲ ψυχὴν ὀδίνος ἀπολύουσιν αἰσχίστης. ταύτην δὴ τὴν τιμωρίαν οἱ μὲν καθ’ ὅλην ἑαυτῶν ἐπιδείκνυνται τὴν ζωήν, οἱ δὲ κατὰ τὰς μερικὰς ἐνεργείας· πᾶς γὰρ ὁ παράλογόν τι ποιῶν ἐλόμενός τε ποιεῖ καὶ δρμῆσας ἐφ’ ἅπερ εἵλετο καὶ τὸ ἐν φαντασίᾳ προϋπάρχον εἰς ἐνέργειαν προαγῶν. συλλήβδην οὖν εἴπομεν, ὅτι τὸ κακὸν οὔτε ἐν τοῖς νοεροῖς ἐστιν· ἅπαν γὰρ ἀκάκωτον τὸ νοερὸν γένος· οὔτε ἐν ψυχαῖς ὁλικάς ἢ τοῖς ὅλοις σώμασιν· ἅπαντα γὰρ τὰ ὅλα ἀκάκωτα ὡς καὶ αἰδία καὶ ἀεὶ κατὰ φύσιν. λείπεται οὖν ἐν ψυχαῖς αὐτὸ εἶναι μερικάς ἢ σώμασι μερισκοῖς. ἀλλὰ καὶ τούτων οὔτε ἐν ταῖς οὐσίαις· πᾶσαι γὰρ αὐτῶν αἱ οὐσίαι θεόθεν· οὔτε ἐν ταῖς δυνάμεσιν· κατὰ φύσιν γὰρ αὐταί. λείπεται ἄρα ἐν ταῖς ἐνεργείαις. καὶ ἐν μὲν ψυχαῖς