Ancient Greek
1.435.1
Proclus Phil., In Platonis Timaeum Commentaria 1.435.1
Unproofread scanNot analysed yet
30A ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Β καὶ φασὶ προεῖναι μὲν τὴν ἀκόσμητον ὕλην πρὸ τῆς γενέσεως, προεῖναι δὲ καὶ τὴν κακεργέτιν ψυχὴν τὴν τοῦτο κινοῦσαν τὸ πλημμελές· πόθεν γὰρ ἡ κίνησις ἤν ἡ ἀπὸ ψυχῆς; εἰ δὲ ἄτακτος ἡ κίνησις, ἀπὸ ἀτάκτου ψυχῆς· εἴρηται γοῦν ἐν Νόμοις [X 897B] τὴν μὲν ἀγαθοειδῆ ψυχὴν ὀρθὰ καὶ ἐμφρόνως παιδαγωγεῖν, τὴν δὲ κακεργέτιν ἀτάκτως τε κινεῖσθαι καὶ τὸ ὑπ’ αὐτῆς διοικούμενον πλημμελῶς ἄγειν· ἐπιγενομένης δὲ τῆς ἀπὸ τοῦ δημιουργοῦ κοσμοποιίας τὴν μὲν ὕλην μεθίστασθαι πρὸς τὴν τοῦ κόσμου σύστασιν, τὴν δὲ κακεργέτιν νοῦ μετασχούσαν ἐμφρόνως ἀποτελεῖσθαι καὶ τεταγμένην ποιεῖσθαι κίνησιν· ἄγει γὰρ εἰς τάξιν τὴν μὲν ἡ τοῦ εἴδους μετουσία, τὴν δὲ ἡ τοῦ νοῦ παρουσία. οἱ δὲ περὶ Πορφύριον καὶ Ἰάμβλιχον ταύτην μὲν ἐπιρραπίζουσι τὴν δόξαν ὡς τὸ ἄτακτον πρὸ τοῦ τεταγμένου καὶ τὸ ἄτελὲς πρὸ τοῦ τελείου καὶ πρὸ τοῦ νοεροῦ τὸ ἀνόητον ἐν τοῖς ὅλοις ἀποτιθεμένην καὶ οὐ μόνον περὶ τὸν κόσμον, ἀλλὰ καὶ περὶ αὐτὸν ἀσεβοῦσαν τὸν δημιουργὸν καὶ ἤτοι αὐ τὴν ἀγαθοειδῆ βούλησιν αὐτοῦ τὸ παράπαν ἀναιροῦσαν, ἢ τὴν γόνιμον δύναμιν· ἀμφοτέρων γὰρ συντεχουσῶν ἀνάγκη καὶ τὸν κόσμον δημιουργεῖσθαι παρ’ αὐτοῦ διαιωνίας. αὐτοὶ δὲ φασιν, ὅτι τὴν ἀπὸ τοῦ δημιουργοῦ πρόνοιαν τὴν εἰς τὸ πᾶν καθῆκονσαν ὁ Πλάτων ἐνδείξασθαι βουλόμενος καὶ τὴν ἀπὸ νοῦ χορηγίαν καὶ τὴν τῆς ψυχῆς παρουσίαν ὅσων ἐστὶ τῷ κόσμῳ καὶ ἡλίκων αἰτίων ἀγαθῶν αἰτία πρότερον αὐτὴν ἐφ’ ἑαυτῆς θεωρεῖ τὴν ὅλην σωματοειδῆ σύστασιν, ὅπως ἐστὶ πλημμελὴς καὶ ἄτακτος, ἵνα δὴ καὶ τὴν ἀπὸ ψυχῆς τάξιν καὶ τὴν δημιουργικὴν διακόσμησιν καθ’ ἑαυτὴν ἰδὼν ἔχῃ ἀφορίζεισθαι, ποίαν μὲν τὸ σωματοειδὲς καθ’ αὐτὸ φύσιν, ποίαν δὲ ἔλαχεν ἀπὸ τῆς δημιουργίας διακόσμησιν, αὐτοῦ μὲν ὄντος ἀεὶ τοῦ κόσμου, τοῦ δὲ λόγου διαροῦντος ἀπὸ τοῦ ποιούντος τὸ γιγνόμενον καὶ παράγοντος κατὰ χρόνον τὰ ὁμοῦ συνυφεστηκότα, διότι σύνθετόν