Ancient Greek
1.439.2
Proclus Phil., In Platonis Timaeum Commentaria 1.439.2
Unproofread scanNot analysed yet
πυθμὴν οὔτε ἕδρα περὶ αὐτὴν ἐστιν, ὡς ἄστατον καὶ 5 ἄπειρον καὶ ἀόριστον οὖσαν· ἀζήλεις δὲ αὐ σκότος καὶ αὐτὴ ὡς ἀνεῖδεον λαχοῦσα τὴν φύσιν ὀνομάζοιτο ἂν —ὥστε καὶ Ὀρφεὺς κατὰ τοῦτον τὸν λόγον ἀπὸ τῆς πρωτίστης τῶν νοητῶν ὑποστάσεως παράγει τὴν ὕλην· ἐκεῖ γὰρ τὸ ἀζήλεις σκότος καὶ τὸ ἄπειρον, καὶ ταῦτα μὲν προειπόνως τῶν ἐφεξῆς, τῇ δὲ ὕλῃ τὸ ἄλαμπές δι’ ἕνδειαν καὶ τὸ ἄπειρον, οὐ κατὰ δυνάμεως περιουσίαν, ἀλλὰ κατ’ ἔλλειψιν. καὶ μὴν καὶ ἡ τῶν Αἰγυπτίων παράδοσις τὰ αὐτὰ περὶ αὐτῆς φησιν· ὁ γέ τοι θεὸς Ἰάμβλιχος ἱστόρησεν, ὅτι καὶ Ἑρμῆς 10 ἐκ τῆς οὐσιότητος τὴν ὁλότητα παραγέεσθαι βούλεται· καὶ δὴ καὶ εἴκός καπ τοῦτον τὸν Πλάτωνα τὴν τοιαύτην περὶ τῆς ὕλης δόξαν ἔχειν. πρῶτως μὲν οὖν ἀπὸ τούτων ὑφίσταται τῶν ἀρχῶν ἡ ὕλη, παράγει δὲ αὐτὴν τὰ δεύτερα καὶ 15 τρίτα νοητὰ τε καὶ νοερὰ αἰτία καὶ ὑπερουράνια καὶ ἐγκόσμια. καὶ τί λέγω περὶ τῶν θεῶν αὐτῶν; ἀλλὰ καὶ ἡ τοῦ παντὸς φύσις παράγει τὴν ὕλην καθόσον ἐστὶ καὶ κατὰ τὴν ἑαυτῆς ὑπαρξιν· κατὰ γὰρ ταύτην μετέχει τῆς πρωτίστης αἰτίας· καὶ τοίνυν ὁ δημιουργὸς κατὰ μὲν τὴν ἐνάδα τὴν ἐν αὐτῷ, καθ’ ἣν καὶ ἐστὶ θεός, ἐστὶ καὶ τῆς ἐσχάτης ὕλης 20 αἴτιος, κατὰ δὲ τὸ ὅν τὸ δημιουργικὸν αὐτῆς μὲν οὐχ αἴτιος, τῶν δὲ σωμάτων ἢ σώματα καὶ τῶν σωματικῶν ποιότητων, διόπερ ἡ γένεσις ἐγγονός ἐστι τοῦ ὄντος, κατὰ δὲ τὴν ἐν αὐτῷ ζωὴν τῆς διὰ πάντων διηκούσης ψυχώσεως, κατὰ δὲ τὸν νοῦν τῆς νοερᾶς εἰς τὸ πᾶν χορηγίας. καὶ πάντα μὲν 25 ὅσα κατὰ τὰς δευτέρας ποιεῖ δυνάμεις, μετὰ τῶν προτέρων ἀπεργάζεται· πᾶν γὰρ τὸ ἔννουν καὶ ζωῆς μετέχει καὶ τοῦ ὄντος καὶ τῆς ἐνώσεως, καὶ τὸ ζῶν ἐστι τε καὶ ἔν ἐστι, καὶ τὸ ὅν διὰ τῆς οἰκείας ἐνότητος συνέχεται. τὸ δ’ ἔμπαλιν οὐκ ἐστιν· οὐ γὰρ ὅσα κατὰ τὸ ἔν, τοσαῦτα καὶ κατὰ τὸ ὅν 30