Ancient Greek
1.440.2
Proclus Phil., In Platonis Timaeum Commentaria 1.440.2
Unproofread scanNot analysed yet
ὑφίστησιν, οὐδ’ ὅσα κατὰ τὸ ὂν, τοσαῦτα καὶ κατὰ τὴν τῆς ζωῆς πηγὴν, οὐδ’ ὅσα κατὰ ταύτην, τοσαῦτα κατὰ τὸν βασιλικὸν νοῦν, ἀλλὰ ταῖς ὑψηλοτέραις δυνάμεσιν ἐπὶ πλεῖστον διατείνει τὴν ἑαυτοῦ πρόνοιαν. ταῦτα μὲν οὖν καὶ ἐν ἄλλοις ἐξήτασται διὰ πλειόνων. ἐπανιτέον δὲ ἐπὶ τὴν λέξιν καὶ θεατέον ἕκαστον ὅπως εἴρηται. τὸ μὲν οὖν οὕτω δὴ τῆς ἀγαθότητος ἐξάπτει τοῦ δημιουργοῦ, ταὐτὸν δὲ εἰπεῖν τῆς θεότητος, τὴν ὅλην διακόσμησιν. τὸ δὲ πᾶν ὅσον δρατὸν πρῶτον μὲν οὐδὲν ἀφήσιν ἑρμηνὸν τῆς τοῦ θεοῦ προνοίας, ἐπεὶδ’ ὅτι σωματικὸν ἐστι τοῦτο τὸ δρατὸν ἐπιδείκνυσιν· οὐ γὰρ ἂν ἦν δρατὸν ἀσώματον ὂν καὶ ἀποιον· ὥστε οὔτε τὴν ὅλην οὔτε τὸ δεύτερον ὑποκείμενον σημαίνει, ἀλλ’ ἐστι τὸ ἤδη μετασχὸν τῶν εἰδῶν καὶ ἴχνιν τινὰ ἔχον αὐτῶν καὶ ἐμφάσεις πλημμελῶς καὶ ἀτάκτως κινούμενον· αἱ γὰρ εἰδωλικά τῶν εἰδῶν καὶ ἀδιόρθωτοι παρουσίαι διαφόρους αὐτῷ κινήσεις ἐμποιοῦσιν, ὡς καὶ αὐτὸς ἔχει προεληθὼν ὁ Τίμαιος, τὰς δὲ ἐλλάμπουσι μὲν αἱ πρὸ τοῦ δημιουργοῦ πᾶσαι τάξεις τῶν θεῶν, ἐξαιρέτως δ’ ἐλλάμπει τὸ παράδειγμα αὐτῷ τῷ εἶναι καὶ πρὸ τῆς δημιουργίας· τὰ γὰρ ὑπέρτερα αἴτια καὶ πρὸ τῶν δευτέρων ἐνεργεῖ, καὶ ὁ μὲν δημιουργὸς μετὰ τοῦ παραδείγματος ποιεῖ, ἐκεῖνο δὲ καὶ πρὸ τοῦ δημιουργοῦ, καὶ ἐπὶ ταῦτα διαβαίνον, ἔφ’ ἧ μὴ φθάνει τῆς δημιουργικῆς προνοίας ἡ ἐνέργεια. εἰ οὖν ἐθέλεις τὰ πρωτουργὰ διαστάνειν αἴτια καὶ τὰ ἀπ’ αὐτῶν, τἀγαθὸν μὲν ἔρεις πάντων αἴτιον ὂν εἶναι καὶ ὕλης αἴτιον —διὸ καὶ αὐτῇ ἀναγκαῖον —καὶ τῆς εἰδοποιίας —καὶ γὰρ πᾶν εἶδος μέτρον ἐστὶ —καὶ τῆς τάξεως —καὶ γὰρ ἡ τάξις λόγος ἐστὶ τῶν τεταγμένων —τὸ δὲ παράδειγμα τῆς μὲν ὕλης οὐκ ἐστι, τῆς δὲ εἰδοποιίας καὶ τῆς ἐν τοῖς εἴδεσι τάξεως· τὸ δὲ δημιουργικὸν τῆς τάξεως. διὸ καὶ παρέλαβε, φησίν, ἤδη προκόψασαν τὴν ὕλην εἰς εἰδῶν μετάληψιν· τοῦτο γὰρ τὸ