Ancient Greek
1.441.1
Proclus Phil., In Platonis Timaeum Commentaria 1.441.1
Unproofread scanNot analysed yet
ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Β [Tim. 30 A] ἀτακτον ἤδη μορφωθέν ὁπωσοῦν τοῦ ἀνειδέου κρεῖττον. πάντων οὖν ἀεὶ καὶ ἅμα αἴτιον ὄντων, τῶν δὲ ἀποτελεσμάτων τῶν μὲν ἄχρι τῶν ἐσχάτων, τῶν δὲ ἄχρι τῶν ὑπὲρ ἀμφότερα διὰ τὴν τῶν ὑπερετέρων ἐκτένειαν τὴν μὲν ὕλην παραλαμβάνει τὸ παράδειγμα παρὰ τοῦ ἀγαθοῦ καὶ εἴδο- 5 ποιεῖ· τὰ γὰρ εἶδη καθόσον εἶδη τοῦ παραδείγματος ἐστὶν ἐγγονα· τὸ δὲ δημιουργ(ι)κὸν παρὰ τοῦ παραδείγματος τὰ εἶδη παραδεξάμενον ἀριθμοῖς διακοσμεῖ καὶ λόγοις τάξιν ἐπιτίθησιν. καὶ οὕτω μὲν εἰ διαστήσῃς τὰ αἴτια, κἂν αὐτὸν δὲ λέγῃς τὸν δημιουργὸν πάντων ἕνα ὄντα αἴτιον, ἄλλως μὲν 10 ποιήσει κατὰ τὸ ἑαυτοῦ ἀγαθόν, ἄλλως δὲ κατὰ τὸ ἐν αὐτῷ παράδειγμα, ἄλλως κατὰ τὸ ποιητικὸν ἴδιωμα καὶ τεχνικόν, ὡς εἴπομεν [p. 383,14ss]. καὶ ἀθρόως ἐκείνου καὶ αἰωνίας ποιούντος ἄλλα ἀπ’ ἄλλου τῶν ἐν αὐτῷ πρόοεισ· C κατὰ τὸ ἀγαθὸν ὕλη, εἶδος, τάξις· κατὰ τὸ παράδειγμα τὸ 15 ἐν αὐτῷ εἶδος· κατὰ τὸ τεχνικὸν ἴδιωμα ἡ τάξις· ὥστε τὸ εἰδοποιημένον τοῦτο πρὸ τῆς τάξεως ἀπὸ τοῦ παραδείγματος ἔχει τὰς ἐμφάσεις ταύτας τῶν εἰδῶν, νοητοῦ ὄντος κατὰ τὴν ἑαυτοῦ φύσιν. ἀπὸ ταύτης δὲ τῆς τάξεως καὶ τὰ λόγια παράγει τὴν πολυποίκιλον ὕλην. 20 ἐνθεν ἄδην θρᾴσκει γένεσις πολυποίκιλου ὕλης· οὐ γὰρ ἐστὶν ἡ πρώτη πολυποίκιλος, οὐδὲ γένεσις αὐτῆς ἐστιν, ἀλλὰ τοῦ ἔχοντος ἴχνὴ πρόδρομα τῶν εἰδῶν. ὅ καὶ δῆλον, ὅτι τὸ παράδειγμα καὶ ὁ δημιουργὸς διαφέρετον ἀλλήλοιιν, εἴπερ ἐκείνου μὲν ἡ ὕλη μετέχει καὶ πρὸ τῆς 25 κοσμοποιίας, ὅτε κατὰ τὴν ὑπόθεσιν ὁ δημιουργὸς ἀπὴν, τοῦ δὲ δημιουργοῦ μάλιστα ταττόμενον καὶ κοσμούμενον μεταλαμβάνει, καὶ τότε πάρεστιν αὐτῷ ὁ δημιουργός. τὸ οὖν παραλαβὼν λέγοιτο μὲν ἂν πον καὶ ὡς πρὸς τὴν τῆς δημιουργικῆς προνοίας ἐξηρημένην παραδειγματικὴν αἰτίαν, 30 ἀφ’ ἧς παραλαμβάνει τὸ ὑποκείμενον ἴχνεσιν εἰδῶν ἤδη τισί