Ancient Greek
1.447.8
Proclus Phil., In Platonis Timaeum Commentaria 1.447.8
Unproofread scanNot analysed yet
τοῦ νοῦ MNP ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Β [Tim. 30 A] εἰ δὲ ὁ Ἀριστοτέλης ἠτιάσατο τὸν εἰπόντα καθ’ ὑπόθεσιν προειληφθαι τοῦ κόσμου τὸ ἄκοσμον, λέγων μὴ συμβαίνειν ταῦτα, ἐφ’ ὧν αἱ ὑποθέσεις παραλαμβάνονται οἷον ἐπὶ γεωμετρίας —δύνασθαι γὰρ εἶναι ταύτας καθ’ ἑαυτάς —ῥητέον, ὅτι οὔχ οὕτω καθ’ ὑπόθεσιν λέγεται τὸ ἄκοσμον προϋποκεῖσθαι δεῖν, ἀλλ’ ὡς αὐτὸς τὸ ἀνείδεον ὁρᾷ πρὸ τῶν εἰδῶν, εἰ καὶ μηδέποτε ἐστιν ἐκείνων χωρὶς, οὕτω τὸ εἰδοποιημένον μέν, ἔτι δὲ ἀδιάφθαρτον εἴληπται πρὸ τῆς τάξεως, εἰ καὶ μηδέποτε πρὸ τάξεως ἦν, ἀλλ’ ὁμοῦ τῇ τάξει συνυφεστός. Τέταρτον πρὸς τοῖς εἰρημένοις ἐστὶ τῶν λόγων κεφάλαιον, ἐν ᾧ τὸν τρόπον ἐπιδεικνύει τῆς δημιουργίας αὐτῷ τῷ εἶναι τὸν θεῖον νοῦν ἐπιτελούμενον, καὶ κατασκευάζει διὰ πλειόνων· καὶ γὰρ οἱ τεχνῖται δέονται πρὸς τὴν ἐνέργειαν ὀργάνων διὰ τὸ μὴ πάσας κρατεῖν τῆς ὕλης, δηλοῦσι δὲ καὶ αὐτοῖς τοῖς ὀργάνοις χρώμενοι πρὸς τὸ εὖεργὸν ποιῆσαι τὴν ὕλην, τρυπῶντες ἢ ξέοντες ἢ τορνεύοντες, ὧ δὴ πάντα οὐ τὸ εἶδος ἐντίθησιν, ἀλλ’ ἐξαιρεῖ τὴν ἀνεπιτηδειότητα τοῦ δεξομένου τὸ εἶδος· αὐτὸς δὲ ὁ λόγος ἀχρόνως ἀπὸ τῆς τέχνης παραγίνεται τῷ ὑποκειμένῳ, πάντων ἐξαιρεθέντων τῶν ἐμποδῶν. καὶ εἰ μηδὲν ἦν καὶ τούτοις ἐμπόδιον, τὸ τε εἶδος ἀθρόως ἂν τῇ ὕλῃ προσῆγον καὶ ὀργάνων οὐδὲν ἂν ὅλως ἐδεήθησαν. καὶ μὴν καὶ ἡ φαντασία πολλά περὶ τὸ σῶμα παθήματα ἀπεργάζεται παρ’ αὐτὴν μόνην τὴν ἑαυτῆς ἐνέργειαν· ἠσχύνθη γὰρ τις φαντασθεῖς τὸ αἰσχρὸν καὶ ἐρυθρὸς ἐγένετο, καὶ ἐφοβήθη δεινοῦ τινος ἐννοίαν λαβὼν καὶ ἕχρὸν τὸ σῶμα ἀπέφρανε. καὶ τὰ μὲν πάθη περὶ τὸ σῶμα, αἴτιον δὲ τούτων τὸ φάντασμα, οὐκ ὧσσι καὶ μοχλείαις χρησάμενον, ἀλλὰ τῷ παρειναι μόνον ἐνεργήσαν. ἔτι δὲ αὐ κατὰ τοὺς θεολόγους εἶναι τινας καὶ κρείττους ἡμῶν δυνάμεις χρωμένας δραστηρίαις φαντασίαις καὶ ἅμα τῷ γενέσθαι ποιητικαῖς, ὧν ἂν ἐθέλωσι, καὶ τὰς