Ancient Greek
1.451.1
Proclus Phil., In Platonis Timaeum Commentaria 1.451.1
Unproofread scanNot analysed yet
398 ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Β [Tim. 30 AB] συγχικὸν νοῦν ἄλλο τι φαίμεν ποιεῖν ἢ τὸ καλόν, ἐξορίζειν δὲ τὸ αἰσχρόν, τῇ Θέμιδι συνηνωμένον καὶ ᾧ ἀεὶ πάρκειται ἡ Θέμις; ταῦτα μὲν οὖν περὶ τούτων. τὸ δὲ οὔτ’ ἤν οὔτ’ ἐστι πᾶν τῷ ἀρίστῳ προσφῶς εἴληπται· πρότερον μὲν γὰρ ἀγαθὸν τε ἐκάλε τὸν δημιουργὸν καὶ τὸ ἤν αὐτῷ προσήψεν, ὡς ἐν τῷ ἀγαθῷς ἤν· ἢ γὰρ ὑπὲρ νοῦν ἀπλότης καὶ αὐτὸ τὸ τῆς θεότητος ἴδιωμα τῷ ἤν οἰκειότερόν ἐστιν, ὡς ὑπεραιώνιον καὶ κρεῖττον ἀπάσης νοήσεως. νῦν δὲ ἄριστον προσείπον αὐτὸν ὡς νοῦν ὄντα ἐνθεον —τὸ γὰρ ***μετέχον τὸ ἄριστόν ἐστι —τὸ ἤν καὶ τὸ ἐστιν αὐτῷ προσήρμοσεν, ὡς μὲν θεῷ τὸ ἤν, ὡς δὲ νῷ τὸ ἐστιν, ἵνα ἅμα τὴν τε θείαν ἕνωσιν δηλώσῃ καὶ τὴν αἰώνιον ὑπόστασιν.