Ancient Greek
1.451.4
Proclus Phil., In Platonis Timaeum Commentaria 1.451.4
Unproofread scanNot analysed yet
Ὁ μὲν Ἀμέλιος θαυμαστῶς διατείνεται τὸν Πλάτωνα τὰς διαφόρους αἰτίας εἰδότα τῆς δημιουργίας ἐπ’ ἄλλην καὶ ἄλλην συνεχῶς μεταπηδᾶν ἀφόρῳ κελεύθῳ, μηδὲν ἐνδεικνύμενον διὰ τὴν συνέχειαν αὐτῶν τῶν θείων αἰτίων, ἀλλ’ ὡς περὶ ἑνός καὶ ταύτου διαταττομένου διὰ τὴν ἕνωσιν τὴν ἐν ἀλλήλοις τῶν δημιουργῶν· καὶ γὰρ οἱ πάντες εἰς εἰσί καὶ ὁ εἰς πάντες, ἐπεὶ καὶ νῦν ἄλλος μὲν ὁ βουληθεὶς, ἄλλος δὲ ὁ λογιζόμενος, ἄλλος δὲ ὁ παραλαβὼν, καὶ ὁ μὲν τῇ βουλῇσει ποιεῖ μόνον, ὁ δὲ τῇ νοήσει καὶ τῷ νοεῖν, ὁ δὲ τῇ μεταχειρίσει· τίθησι μὲν γὰρ νοῦν ἐν ψυχῇ, ψυχὴν δὲ ἐν σώματι καὶ οὕτω συντεκταίνεται τὸ πᾶν. ὁ δὲ γε θεῖος Ἰάμβλιχος πᾶσαν μὲν τὴν τοιαύτην ἐξήγησιν ὡς ἄν λίαν περιττῶς διεσκευωρημένην ἐπιρραπίζει, λογισμὸν δὲ ἀφορίζεται τὸν κατ’ αἰτίαν τῶν ὄντων προηγούμενον καὶ τὸν τῆς οὐσίας αὐτῆς δημιουργικὸν καὶ τὸν κατ’ ἐνέργειαν ἐστηκότα ὡσαύτως, ἀφ’ οὗ πάντες οἱ λογισμοὶ συνῆχονται καὶ τὸ εἶναι