Ancient Greek
1.455.1
Proclus Phil., In Platonis Timaeum Commentaria 1.455.1
Unproofread scanNot analysed yet
ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Β [Tim. 30AB] ξοικεν ἐν τούτοις πάντα τὰ παραδείγματα ὁρᾶν, ὃ δὴ κατὰ φύσιν ὁρατὰ κέκληκεν, οὐ τὸ ἐν τῷ αὐτοζῷῳ μόνον, ἀλλὰ καὶ ὅσα μερικώτερα ἐστι τῶν ἐνεί τεττάρων ἰδεῶν. ἢ πῶς ὁρᾷ τὰ μὲν νοητῶν, τὰ δὲ ἀνορήτων παραδειγμάτων, ὃ δὴ μὴ ἐστιν ἐν τῷ αὐτοζῷῳ διακεκριμένα; τοῦδε δὴ ἤδη τοῦ 5 αὐτοζῴου μνημονεύσει, ὅταν ζῷον ἀποτελέσῃ τὸ πᾶν· ἢ γὰρ ζῷον, εἰκὼν ἐστιν ἐκείνου, καὶ ἡ τετραμερὲς· ἢ δὲ λοιπὸν, εἰς νοοῦντα καὶ μὴ νοοῦντα διήρτηται ἤδη ταύτη πάντως ἐξ ἄλλων ἐστὶ μερικωτέρων παραδειγμάτων ἢ κατ’ ἐκείνας τὰς τέτταρας ἰδέας· ὥστε τὸ μὲν αὐτοζῷον 10 παράδειγμα ἐστιν, οὐ πᾶν δὲ παράδειγμα τὸ αὐτοζῷον. ἀλλ’ ἐπὶ τὰ ἕξης ἴωμεν τούτοις ἐπιστήσαντες.