Ancient Greek
1.457.8
Proclus Phil., In Platonis Timaeum Commentaria 1.457.8
Unproofread scanNot analysed yet
ὁ δὲ γε Ἀριστοτέλης ἐξ ὑφείλεν τῆς αὐτοῦ φιλοσοφί ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Β [Tim. 30B] αἰτίαν προῦφρεσταναι, καὶ ταύτην νοεράν· τὸ γὰρ ἀθρόως καὶ ὁμοῦ τὰ ὅλα περιέχειν καὶ συνάγειν εἰς ἕνὸς συμπλήρωσιν τῆς νοερᾶς ἐστὶν αἰτίας ἔργον. διὰ δὴ ταῦτα πρὸ τοῦ μετεχομένου νοῦ τὸν ἀμέθεκτον ὑποστήσας καὶ ἐν αὐτῷ τὰς πάντων αἰτίας ὑποθέμενος ἐκεῖθεν καὶ νοῦς καὶ ψυχὰς καὶ σώματα παρήγαγεν, ἀφ’ ὧν τὸν αἰσθητὸν συνεπλήρωσε κόσμον. ὅτι μὲν οὖν ψυχῆς νοερᾶς ἀνάγκη μετέχειν τὸ πᾶν, εἰ νοῦ μετέχει, δῆλον ἀπὸ τῶν εἰρημένων· αὕτη γὰρ ἐσται σύνδεσμος τῶν ἄκρων ὑπεναντίων ὄντων. ὅτι δὲ καὶ τὸ ἀντίστροφον ἀληθές, δεικτέον, οἷον ὅτι ψυχῆς νοερᾶς ἐν τῷ παντὶ προοῦσης ἀνάγκη καὶ νοῦν εἶναι τοῦ παντός· ἐπεὶ γὰρ τὴν ψυχὴν ταύτην νοεράν εἶναι φαμεν, ἀνάγκη καὶ νοῦ μετέχειν αὐτήν. πότερον οὖν τοῦ ὅλου νοῦ μετέχει μόνον ἢ καὶ ἐν αὐτῇ τινὸς ὄντος ἀπ’ ἐκείνου; ἀλλ’ εἰ μὲν καὶ τὸ σωματικὸν αὐτοῦθεν τῆς πηγῆς ἀπέλαυσε τῶν ψυχῶν καὶ μὴ διὰ τῆς ἐν αὐτῷ ψυχῆς, ἔδει κάπι τῆς ὅλης ψυχῆς τὸ αὐτὸ ποιεῖν· εἰ δὲ ἐστι μὲν ἢ ἐν τῷ δημιουργῷ πηγὴ τῶν ψυχῶν, ἐστι δὲ καὶ ἢ τοῦ παντός, καὶ μετέχει τὸ πᾶν διὰ ταύτης καὶ ἐκείνης, δεῖ δήπου καὶ αὐτὴν τὴν ψυχὴν διὰ τῶν μεδεκτῶν νῶν εἰς τὸν ἀμέθεκτον νοῦν ἀνηρτηθῆσαι πάντως· ἀνάλογον γὰρ ὡς τὸ σῶμα τοῦ παντὸς πρὸς τὴν ψυχὴν, οὕτως αὕτη πρὸς νοῦν· καὶ γὰρ εἰ μὲν καθ’ ψυχὴ νοερὰ γίνεται, ἔδει πᾶσαν ψυχὴν εἶναι τοιαύτην, εἰ δὲ κατὰ τὴν νοῦ μέθεξιν, ἀνάγκη νοῦ μετέχειν αὐτὴν τοῦ συμμέτρου πρὸς αὐτήν. τοιοῦτος δὲ ἐστὶν οὐχ ὁ αὐτὸ νοῦς, ἀλλ’ ὁ μέσος τοῦ αὐτὸ νοῦ καὶ ψυχῆς τῆς ἐπίκτητον τὸ νοεῖν ἔχούσης, τις ὧν νοῦς καὶ τῷ μὲν εἶναι νοῦς, ἀλλὰ μὴ γίνεσθαι καθάπερ ἢ ψυχή, κρείττων ψυχῆς, τῷ δὲ τις εἶναι σύστοιχος πρὸς αὐτήν· ὁ γὰρ αὐτὸ νοῦς καὶ τῷ εἶναι νοῦς ἀλλὰ μὴ γίνεσθαι καὶ τῷ ἀπλῶς εἶναι νοῦς κρείττων τῆς πρὸς ψυχὴν συντάξεως. εἰ δὲ κάκεινο ἐνθυμηθείης, ὅτι πᾶσα μονὰς ὁμοῖον ἑαυτῇ ὑφίσταται πλήθος, ἢ μὲν δεῖα δεῖον,