Ancient Greek
1.468.2
Proclus Phil., In Platonis Timaeum Commentaria 1.468.2
Unproofread scanNot analysed yet
πρὸς τὴν δύναμιν, ἡ δὲ πρὸς τὴν ἐνέργειαν, διόπερ ἡ μὲν D ἐδράζει τὰ πάντα, ἡ δὲ κινεῖ πρὸς τὴν πρόοδον, ἡ δὲ ἀνακαλεῖται κατὰ τὴν ἐπὶ τὸ πρὸ νοῦ τῶν πάντων ἐπιστροφὴν. εἰ δὲ ὁ δημιουργὸς διὰ τὴν ἀγαθότητα κοσμεῖ τὸ πᾶν, διὰ δὲ τὸ κοσμεῖν ἔννουν ποιεῖ καὶ ἐμψυχον, ταῦτα δὲ ποιῶν διὰ τὴν πρόνοιαν ποιεῖ —διὰ γὰρ τὴν τοῦ θεοῦ πρόνοιαν ταῦτα γέγονεν —ἀνάγκη ταῦτόν εἶναι τὸ διὰ τὴν ἀγαθότητα ποιεῖν καὶ διὰ τὴν πρόνοιαν, εἰκότως· ἐνέργεια γὰρ ἡ πρόνοια τῆς ἀγαθότητος· ὥστε κατὰ Πλάτωνα οὐδὲν ἄλλο ἐστὶ πρόνοια ἢ κατὰ τὸ ἀγαθὸν ἐνέργεια· καὶ γὰρ ἐνταῦθα λέγομεν τοῦτο προνοεῖν τινος τὸ ἀγαθὸν τῷ προνοουμένῳ αἴτιόν τινος. οὐ μόνον ἄρα τὴν πρόνοιαν ὁριστέον τῷ πάντα ἐπεστραφθαι εἰς τὸ πρῶτον, ἀλλὰ καὶ τῷ ἐκεῖνο εἰς πάντα ἐνεργεῖν πάντα κοσμοῦν κατὰ μίαν ἕνωσιν. καὶ τοῦτό ἐστιν ἢ ὡς ἀληθῶς πρόνοια, τοῦ ἀγαθοῦ μετάδοσις εἰς πάντα καὶ πάντων ἐπιστροφὴ πρὸς τὸ μεταδιδόν καὶ μετάληψις, ἐκείνου διδόντος πᾶσιν ὁ δίδωσι κατὰ δύναμιν ἕκαστον τῆς δόσεως. καὶ δεῖ μεμνησθαι καὶ ὅν ὁ Χαιρωνεύς εἶπε περὶ τοῦ τῆς προνοίας ὀνόματος, ὡς Πλά- E τῶνος οὕτως τὴν θείαν αἰτίαν καλέσαντος. εἰ δὲ καὶ νοῦς ἐστιν ὁ δημιουργὸς καὶ πρόνοια, καθόσον ἔχει τι καὶ τοῦ νοῦ κρείττον, εἰκότως καὶ τοῦτο ἔσχε τὸ ὄνομα διὰ τὴν ὑπὲρ νοῦν ἐνέργειαν· καὶ γὰρ τοῦ μὲν ἀγαθοῦ πάντα ἐφίεται, νοῦ δὲ οὐ πάντα· οὐδὲ γὰρ καὶ ὅσα νοῦ παντελῶς ἐστιν ἄμοιρα, ἵνα μὴ ματαία τις ἢ ἕρεσις ἢ τέλους ἄμοιρος οὖσα. καὶ διότι μὲν πρόνοια, εἰς αὐτὸ τἀγαθὸν ἀνήρτηται, διότι δὲ νοῦς, εἰς τὸν πρᾶτιστον νοῦν· νοῦς γὰρ πρᾶτιστος οὐχ ὁ νοῶν καὶ δημιουργῶν, ἀλλ’ ὁ νοῶν μόνον καὶ διὰ τοῦτο καθαρός ὤν νοῦς, ὡς ἐν Κρατύλῳ [396 C] μεμαθήκαμεν. διὸ καὶ κατὰ Πλάτωνα ὁ μὲν ἅπαξ λέγοιτο ἄν,