Ancient Greek
1.471.1
Proclus Phil., In Platonis Timaeum Commentaria 1.471.1
Unproofread scanNot analysed yet
ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Β [Tim. 30C] τοῦ προβλήματος ἐκεῖνον λοιπὸν καταιδεῖν, τίνι τῶν ζῴων ὁμοίωται· ὅτι μὲν γὰρ ὁμοίωται, δῆλον ἀπὸ τῶν εἰρημενῶν, τίνι δὲ ὁμοίωται, τὸ ἐχόμενον ἐστι σκοπεῖν. πλῆθος γὰρ ἐστι νοητῶν ζῴων, ὃ καὶ ὁ Πλάτων ἐνδεικνύμενος ἥρετο, τίνι τῶν ζῴων ὅμοιον αὐτὸν συνέστησεν ὁ δημιουργός· ἄνωθεν γὰρ ἀπὸ τῶν νοητῶν ἀρχόμενον διὰ πασῶν τῶν μέσων τάξεων προιοῦν τὸ ζῷον ὅπου μὲν νοητῶς μόνον ἐστίν, ὅπου δὲ νοητῶς μὲν, ἀλλ’ ὡς ἐν νοητοῖς καὶ νοεροῖς, ὅπου δὲ νοερώς, καὶ οὐ μὲν νοητῶς ὡς ἐν νοεροῖς μόνον, οὐ δὲ ζωτικῶς, οὐ δὲ νοερώς· καὶ οὕτως ἐν ἐκάστοις τῶν νόων ἐστὶ τὸ ζῷον νοητὸν οἰκείως αὐτοῖς· πᾶς γὰρ νοῦς ἔχει νοητὸν σύζυγον. εἰκότως οὖν ὁ Πλάτων ἐπισκήτει, ποῖον ἐστὶ ζῷον τὸ παράδειγμα τοῦ παντός, πότερον ὑπερκόσμιον ἢ νοερὸν μόνον, ἢ νοερὸν τε καὶ νοητόν, ἢ νοητὸν μόνον· κατὰ πάσας γὰρ τὰς τοῦ νοῦ τάξεις προθεῖσιν ἢ τοῦ ζῴου φύσις. δεῖ δὲ τὰς διαφορὰς ταύτας ἐν αὐτῷ μὲν τῷ πρωτίστῳ ζῷῳ καθ’ ἑνὸςιν ὑποθέσθαι, πρόοδον δὲ αὐταῖς διδόναι κατὰ τοὺς οἰκείους ἀριθμούς· ὡς γὰρ τὸ πρῶτον [τὲ] μοναδικόν ἐστιν, οὕτως ἄλλο κατ’ ἄλλον ἀριθμὸν ἀφώρισται τῶν ζῴων, καὶ ἐν οἷς δὲ ὁ αὐτὸς ἀριθμός, ἐν τούτοις τὸ ἄλλως ἐστὶ καὶ ἄλλως κατὰ τὰς τῶν ὄντων ἰδιότητας· δεῖ γὰρ καὶ ἐπὶ τοῦ ζῴου πρὸ τῶν πεπληθυσμένων εἶναι τὸ μοναδικόν, διὰ τὸ τῷ ἐνὶ τοῦτο εἶναι συγγενέστερον, καὶ καθάπαξ πᾶν πλῆθος θεῖον ἀπὸ μονάδος ἄρχεται. ὥσπερ οὖν ὁ δημιουργὸς πάντων τῶν ποιητικῶν αἰτίων ἐστὶ μονὰς καὶ τοῦ τῆς ποιητικῆς ἰδιότητος ἐν πολλοῖς οὖσης θεοῖς, οὕτω δὴ καὶ τὸ αὐτοζῶον τῶν ζῴων ἐστὶ μονὰς ἀπάντων, ἐν ᾧ καὶ τὰ ὀλικάτατα παραδείγματα τῶν ἐγκοσμίων ἐστὶ καὶ ἡ μία τοῦ κόσμου παντὸς αἰτία προὑφέστηκεν. ἀλλὰ διὰ τί, φαίη ἄν τις, ζῷον προσηγόρευσε τὸ παράδειγμα τὸ νοητόν; ὅτι ζωῆς ἐστι χορηγόν, ὡς εἴρηται μοι καὶ πρότερον [p. 416, 29 ss], καὶ ὅτι τὰς αἰτίας ἀπογεννᾷ τῆς ὅλης