Ancient Greek
1.474.3
Proclus Phil., In Platonis Timaeum Commentaria 1.474.3
Unproofread scanNot analysed yet
Τῶν μὲν οὖν ἐν μέρους εἴδει πεφυκότων μηδενὶ καταξιώσωμεν· ἀτελεῖ γὰρ ὁμοῦ οὐδὲν ποτ’ ἂν γένοιτο καλόν [30C]. Πολλῶν ὄντων νοητῶν ζώων, τῶν μὲν ὀλικάτερων, τῶν δὲ μερικωτέρων καὶ τῶν μὲν ἡνωμένων, τῶν δὲ διηρημένων, καὶ τῶν μὲν κατὰ τὸ πέρας, τῶν δὲ κατὰ τὸ ἄπειρον ἀφωρισμένων ἐπιζητήσας ὁ Πλάτων, τί τὸ παντελὲς παράδειγμα τοῦ παντός, καὶ εἰς ποῖον ἀνήρτηται ζῷον νοητὸν ὁ κόσμος, ἀξιοῖ μηδὲν τῶν μερικῶν εἰς ταύτην τιθέναι τὴν τάξιν· τοῦτῶν γὰρ ἕκαστον ἀτελὲς ἐστιν ὡς πρὸς τὸ ὅλον. διχῶς γὰρ τὸ ἀτελὲς λέγεσθαι δυνατόν, ἢ πρὸς τὴν ἑαυτοῦ φύσιν ἢ πρὸς τὸ κρεῖττον καὶ τὸ αἰτιώτερον· τὸ μὲν οὐ θέμις ἐπὶ τῶν θείων οὐδὲ ἐννοεῖν· ἕκαστον γὰρ ἔχει τὸ αὑτοῦ μέτρον διαιωνίως καὶ τὸ οἰκεῖον ἀγαθὸν ἀεὶ προβεβλημένον· ὡς γὰρ ὁ ἐν Πολιτείᾳ [II 381C] φησὶ Σωκράτης, ἕκαστον ἐκείνων ἀρίστον ἐστὶ κατὰ τὴν ἑαυτοῦ τάξιν. τὸ δ’ ἕτερον, ὡςπερ εἴρηται, τῶν εἰωθότων ἐστίν· ὡς γὰρ ἐνδεῖς κάλλους ἐν Συμποσίῳ [201B] προσεῖπε τὸ μὴ πρῶτως καλόν, ἀλλὰ μετέχον κάλλους, οὕτω καὶ ἀτελὲς ζῷον ὁ μὴ πρῶτως ἐστὶ ζῷον μηδὲ ὁ ἐστὶ ζῷον, ἀλλὰ κατὰ μετουσίαν καὶ κατὰ πρόοδον τὴν ἐκεῖθεν ὑπόσταν τοιούτον. εἰ τοίνυν πᾶν μὲν τὸ μερικὸν ζῷον ἀτελές, τὸ δὲ παράδειγμα τοῦ κόσμου παντελὲς ἐστιν, οὐκ ἂν εἴη τὸ παράδειγμα τοῦ κόσμου μερικὸν ζῷον. πότερον γὰρ ὁ δημιουργὸς νοεῖ τὸ παντελὲς τοῦτο ζῷον καὶ πρῶτον ἢ οὔ; τὸ μὲν δὴ μὴ νοεῖν ἀδύνατον, ἀ καὶ τὴν ψυχὴν νοοῦσαν ὁρῶμεν· εἰ δὲ νοοῖ, πᾶσα δὲ νόησις