Ancient Greek
1.480.4
Proclus Phil., In Platonis Timaeum Commentaria 1.480.4
Unproofread scanNot analysed yet
Τὸ αὐτοζῶον Πλωτῖνος μὲν διχῶς ὑποτίθεται, ποτὲ μὲν τοῦ νοῦ κρείττον, ὡς ἐν ταῖς Διαφόροις Ἐπισκέψεσι [enn. 3, 9, 1], ποτὲ δὲ καταδεέστερον, ὡς ἐν τῷ Περὶ Ἀριθμῶν [enn. 6, 6, 8], ὁπόταν λέγῃ πρῶτον εἶναι τὸ ὂν, εἶτα νοῦν, εἶτα τὸ αὐτοζῶον. Θεόδωρος δὲ ἕκαστον τῶν δημι-ουργῶν τριτὴν ἔχειν τὴν ὑπαξιν λέγων τὸ ἐν ἑκάστῳ τρίτον αὐτοζῶον ἀξιοῖ προσαγορεύειν. ληπτέον δὴ παρ’ ἀμφοῖν τὸ ἀληθές, παρὰ μὲν τοῦ θαυμαστοῦ Θεοδώρου τὸ τρίτην αὐτὸ τάξιν ἔχειν ἐν τοῖς νοητοῖς, παρὰ δὲ τοῦ θειοτάτου Πλωτί-νου τὸ τινὸς μὲν νοῦ καταδεέστερον εἶναι, τινὸς δὲ ἐπέκεινα, καὶ ζητέον, ὅτι πρὸς τῷ πέρατι τῶν νοητῶν ἐκρανὲν ἀπὸ τῆς νοητῆς ζωῆς πάντα τὸν ἀριθμὸν ἀπογεννᾶ τῶν νοερῶν τε καὶ ὑπερουσίων καὶ ἐγκοσμίων ζωῶν ἄνωθεν μέχρι τῶν τελευταίων, καὶ πάντων ἐστὶ περιληπτικόν, ἐξηρημένον ἀπ’ αὐτῶν καὶ τὰς αἰτίας ἐνοειδῶς προειληφός· τοιαῦτα γὰρ περὶ αὐτοῦ καὶ ὁ Ὀρφεὺς [frg. 63] ἐνδείκνυται περὶ τοῦ Φά-νητος θεολογῶν. πρῶτος γοῦν ὁ θεὸς παρ’ αὐτῷ ζῶων κεφαλὰς φέρει πολλάς,