Ancient Greek
1.481.1
Proclus Phil., In Platonis Timaeum Commentaria 1.481.1
Unproofread scanNot analysed yet
428 #ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ B [Tim. 30CD] προσηγόρευσε τὸν μέγιστον τοῦτον θεόν· τί γὰρ διαφέρει ἡ τὴν κρυφίον αἰτίαν ὧν καλεῖν ἢ τὸ ἐκφανὲν ἀπ’ ἐκείνης ζῶον; τί γὰρ ἂν ἐξ οὗ γένοιτο τῶν πάντων πλὴν ζῶον; ἦν δὲ τὸ ὂν ἐκεῖνο τοῦ τε Αἰθέρος ἐγγονὸν καὶ τοῦ Χάους, ὧν ὁ μὲν κατὰ τὸ πέρας ἴδρηται τῶν νοητῶν, τὸ δὲ κατὰ τὸ ἄπειρον· ὁ μὲν γὰρ ἐστι ὄργανον τῶν πάντων, τῷ δὲ οὐδὲν πείραρ ὑπῆν. εἰ οὖν τὸ πρῶτον ἐκ πέρατος καὶ ἀπείρου τὸ πρῶτως ἐστὶν ὄν, εἴτ’ ἂν ταὐτὸν τὸ τε Πλάτωνος ὄν καὶ τὸ Ὀρφικὸν ὄν. εἰ δὲ ἐκ τούτου ὁ Φάνης, κατὰ τὸ αὐτοζῶον τεταγμένος, δεῖ ζητεῖν τί τὸ κατὰ τὸν αἰῶνα παρὰ τῷ Ὀρφεῖ, μέσον ὄντα τοῦ αὐτοζῶου παρὰ Πλάτωνι καὶ τοῦ ὄντος. ἀλλὰ τοῦτο μὲν ἐν ἄλλοις. νυνὶ δὲ τὰ περὶ τοῦ Φάνητος, εἰ οὗτός ἐστι τὸ αὐτοζῶον, τρανέστερα ποιητέον καὶ λεκτέον, ὅτι τὸ αὐτοζῶον οὐκ ἄλλο τί ἐστιν ἢ ὁ παρὰ τῷ θεολόγῳ Φάνης· εἰ γὰρ πρῶτος καὶ μόνος ἀπὸ τοῦ οὗ πρόσεισιν, ὁ παρ’ ἐκείνῳ δηλοῖ τὸν πρῶτιστον νοητὸν νοῦν, τὸ δὲ ἐξ οὗ προῖον πρῶτον καὶ μόνον οὐκ ἄλλο τί ἐστιν ἐξ ἀνάγκης ἢ ζῶον, δῆλον, ὅτι καὶ ὁ μέγιστος Φάνης οὐκ ἄλλο τί ἐστιν ἢ τὸ πρῶτιστον ζῶον καὶ, ὡς ἂν φαίη ὁ Πλάτων, τὸ αὐτοζῶον. τοῦτο μὲν οὖν δεικται· τὰ δ’ ἐπόμενα τούτω θεωρήσωμεν. οὗτος δὴ οὖν ἀπὸ τῶν κρυφίων θεῶν ἐκφύνας ἑαυτὸν ἐν ἑαυτῷ τὰς τῶν δευτέρων τάξεων αἰτίας προεἴληφε, ποιητικῶν, συνοχικῶν, ἀρχικῶν, τελεσιουργῶν, ἀτρέπτων, καὶ κατὰ μίαν αἰτίαν πάντα τὰ νοητὰ ζῷα περιεἴληφεν, ἑαυτὸν μὲν εἰς τὰς ὀλικάτάτας τῶν πάντων ἰδέας ἀνεγεῖρων, διὸ καὶ πρῶτος θεῶν μορφὴν καὶ εἶδος ἔχειν λέλεκται, παράγων δὲ πάντα καὶ ἐκφαίνων