Ancient Greek
1.484.4
Proclus Phil., In Platonis Timaeum Commentaria 1.484.4
Unproofread scanNot analysed yet
Ὁ μὲν Ἀττικὸς ἐν τούτοις ἠπόρησεν, εἰ καὶ ὁ δημι- 15 ουργὸς ὑπὸ τοῦ νοητοῦ ζῶου περιέχεται· δοκεῖ γάρ, εἰ μὲν περιέχοιτο, μὴ εἶναι τέλειος· τὰ γὰρ μερικὰ ζῷα, φησίν, ἀτελῆ, καὶ διὰ τοῦτο τὰ παραπλήσια αὐτοῖς οὐ καλά. εἰ δὲ μὴ περιέχοιτο, οὐ πάντων τῶν νοητῶν εἶναι τὸ αὐτοζῶον περι- 20 ληπτικώτερον, καὶ ἀπορήσας ἔδετο ὁαδίως ὑπὲρ τὸ αὐτοζῶον εἶναι τὸν δημιουργόν. τούτῳ δὲ ἀπ’ ἐναντίας ὁ Πορφύριος ὑφειμένην τῷ δημιουργῷ δίδωσι τάξιν παρὰ τὸ νοητόν· ψυχὴν γὰρ ὑπερουράνιον θέμενος τῷ κόσμῳ ποιητικὴν ἐν τῷ νῷ τὸ παράδειγμα τίθεται τῶν γιγνομένων. μέσος δὲ 25 ἀμφοῖν ὁ θεὸς Ἰάμβλιχος, συνάπτων καὶ ἐνίζων τῷ δημιουργῷ τὸ παράδειγμα διὰ τὴν ἕνωσιν τὴν τοῦ νοῦ πρὸς τὸ νοητόν. Ἀμέλιος δὲ τῷ μὲν τῶν δημιουργῶν εἰς ταύτὸν ἄγει τὸ νοητόν, τοῖς δὲ οὕτως μετ’ ἐκεῖνον τεταγμένοις τὸ[ν] κατὰ τὸ ὂν ἀφωρισμένον. ὁ δὲ ἡμέτερος λόγος εἶναι μὲν φησι τὸ αὐτοζῶον καὶ πρὸ τοῦ δημιουργοῦ καὶ ἐν τῷ 30 δημιουργῷ καὶ μετὰ τὸν δημιουργόν· πρόεσι γὰρ ἐπὶ πᾶσαν τάξιν νοερὰν ὁλικὴν τε καὶ μερικὴν· αὐτὸν τε τὸν δημι-