Ancient Greek
1.491.3
Proclus Phil., In Platonis Timaeum Commentaria 1.491.3
Unproofread scanNot analysed yet
“Ἕνα, εἴπερ κατὰ τὸ παράδειγμα δεδημιουργημένος ἔσται [31A]. Πάλιν ἑαυτῷ συμφώνως πρὸ τῶν ἀποδείξεων ἀνεφθέγξατο τὸ συμπέρασμα, λύων τὴν ἀπορίαν πρὸ τῆς πίστεως. τὸ γὰρ ἕνα τῷ γέγονε καὶ τῷ ἀγαθῷ ἦν ἀνάλογον προηγόρευται, καὶ ἐπ’ αὐτῷ κατὰ τρόπον ἀπόδειξις· αὐτὸς γὰρ ἐστιν ὁ ἀπορῶν, αὐτὸς ὁ λύων, αὐτὸς ὁ ἀποδεικνύς, διὰ μὲν τῆς ἀπορίας ἐπιστρέφων εἰς νοῦν, διὰ δὲ τῆς συντόμου λύσεως κατὰ νοῦν ἐνεργῶν —ἢ γὰρ ἐν ἑνὶ τὸ πᾶν περιλαμβάνουσα φωνὴ τῆς νοερᾶς ἐστιν ἐπιβολῆς εἰκόν —διὰ δὲ τῆς ἀποδείξεως εἰς διάνοιαν ἀπὸ νοῦ κατιών· πῶς γὰρ ὁ ἀποδεικνύς ἀπὸ νοῦ λαμβάνει τὰς ἀρχάς, νοῦς δὲ φ’ τοὺς ὅρους γινώσκομεν, φησὶν Ἀριστοτέλης, ἀπλαῖς ἐπιβολαῖς